Ancient Greek · ~7 min
Episode 7, lines 7.5.583-7.5.631
Euripides, Ἀνδρομάχη 7.5.583-631
Not analysed yet
εἷλόν νιν αἰχμάλωτον ἐκ Τροίας ἐγώ.
οὑμὸς δέ γ’ αὐτὴν ἔλαβε παῖς παιδὸς γέρας.
οὔκουν ἐκείνου τἀμὰ τἀκείνου τ’ ἐμά;
δρᾶν εὖ, κακῶς δ’ οὔ, μηδ’ ἀποκτείνειν βίᾳ.
ὡς τήνδ’ ἀπάξεις οὔποτ’ ἐξ ἐμῆς χερός.
σκήπτρῳ δὲ τῷδε σὸν καθαιμάξω κάρα;
ψαῦσόν γ’, ἵν’ εἰδῇς, καὶ πέλας πρόσελθέ μου.
σὺ γὰρ μετ’ ἀνδρῶν, ὦ κάκιστε κἀκ κακῶν;
σοὶ ποῦ μέτεστιν ὡς ἐν ἀνδράσιν λόγου;
ὅστις πρὸς ἀνδρὸς Φρυγὸς ἀπηλλάγης λέχος,
ἄκλῃστ’ ἄδουλα δώμαθ’ ἑστίας λιπών,
ὡς δὴ γυναῖκα σώφρον’ ἐν δόμοις ἔχων
πασῶν κακίστην. οὐδ’ ἂν εἰ βούλοιτό τις
σώφρων γένοιτο Σπαρτιατίδων κόρη,
αἳ ξὺν νέοισιν ἐξερημοῦσαι δόμους
γυμνοῖσι μηροῖς καὶ πέπλοις ἀνειμένοις
δρόμους παλαίστρας τ’ οὐκ ἀνασχετοὺς ἐμοὶ
κοινὰς ἔχουσι. κᾆτα θαυμάζειν χρεὼν
εἰ μὴ γυναῖκας σώφρονας παιδεύετε;
Ἑλένην ἐρέσθαι χρῆν τάδ’, ἥτις ἐκ δόμων
τὸν σὸν λιποῦσα Φίλιον ἐξεκώμασε
νεανίου μετ’ ἀνδρὸς εἰς ἄλλην χθόνα.
κἄπειτ’ ἐκείνης οὕνεχ’ Ἑλλήνων ὄχλον
τοσόνδ’ ἀθροίσας ἤγαγες πρὸς Ἴλιον;
ἣν χρῆν σ’ ἀποπτύσαντα μὴ κινεῖν δόρυ,
κακὴν ἐφευρόντ’, ἀλλ’ ἐᾶν αὐτοῦ μένειν
μισθόν τε δόντα μήποτ’ εἰς οἴκους λαβεῖν.
ἀλλ’ οὔτι ταύτῃ σὸν φρόνημ’ ἐπούρισας,
ψυχὰς δὲ πολλὰς κἀγαθὰς ἀπώλεσας,
παίδων τ’ ἄπαιδας γραῦς ἔθηκας ἐν δόμοις,
πολιούς τ’ ἀφείλου πατέρας εὐγενῆ τέκνα.
ὧν εἷς ἐγὼ δύστηνος· αὐθέντην δὲ σὲ
μιάστορ’ ὥς τιν’ εἰσδέδορκ’ Ἀχιλλέως.
ὃς οὐδὲ τρωθεὶς ἦλθες ἐκ Τροίας μόνος,
κάλλιστα τεύχη δ’ ἐν καλοῖσι σάγμασιν
ὅμοι’ ἐκεῖσε δεῦρό τ’ ἤγαγες πάλιν.
κἀγὼ μὲν ηὔδων τῷ γαμοῦντι μήτε σοὶ
κῆδος ξυνάψαι μήτε δώμασιν λαβεῖν
κακῆς γυναικὸς πῶλον· ἐκφέρουσι γὰρ
μητρῷ’ ὀνείδη. τοῦτο καὶ σκοπεῖτέ μοι,
μνηστῆρες, ἐσθλῆς θυγατέρ’ ἐκ μητρὸς λαβεῖν.
πρὸς τοῖσδε δ’ εἰς ἀδελφὸν οἷ’ ἐφύβρισας,
σφάξαι κελεύσας θυγατέρ’ εὐηθέστατα;
οὕτως ἔδεισας μὴ οὐ κακὴν δάμαρτ’ ἔχῃς.
ἑλὼν δὲ Τροίαν—εἶμι γὰρ κἀνταῦθά σοι—
οὐκ ἔκτανες γυναῖκα χειρίαν λαβών,
ἀλλ’, ὡς ἐσεῖδες μαστόν, ἐκβαλὼν ξίφος
φίλημ’ ἐδέξω, προδότιν αἰκάλλων κύνα,
ἥσσων πεφυκὼς Κύπριδος, ὦ κάκιστε σύ.