Ancient Greek · ~6 min
Episode 7, lines 7.5.730-7.5.765
Euripides, Ἀνδρομάχη 7.5.730-765
Not analysed yet
ἐγὼ δὲ πρὸς βίαν μὲν εἰς Φθίαν μολὼν
οὔτ’ οὖν τι δράσω φλαῦρον οὔτε πείσομαι.
καὶ νῦν μέν—οὐ γὰρ ἄφθονον σχολὴν ἔχω—
ἄπειμ’ ἐς οἴκους· ἔστι γάρ τις οὐ πρόσω
Σπάρτης πόλις τις, ἣ πρὸ τοῦ μὲν ἦν φίλη,
νῦν δ’ ἐχθρὰ ποιεῖ· τήνδ’ ἐπεξελθεῖν θέλω
στρατηλατήσας χὑποχείριον λαβεῖν.
ὅταν δὲ τἀκεῖ θῶ κατὰ γνώμην ἐμήν,
ἥξω· παρὼν δὲ πρὸς παρόντας ἐμφανῶς
γαμβροὺς διδάξω καὶ διδάξομαι λόγους.
κἂν μὲν κολάζῃ τήνδε καὶ τὸ λοιπὸν ᾖ
σώφρων καθ’ ἡμᾶς, σώφρον’ ἀντιλήψεται·
θυμούμενος δὲ τεύξεται θυμουμένων,
ἔργοισι δ’ ἔργα διάδοχ’ ἀντιλήψεται.
τοὺς σοὺς δὲ μύθους ῥᾳδίως ἐγὼ φέρω·
σκιὰ γὰρ ἀντίστοιχος ὣς φωνὴν ἔχεις,
ἀδύνατος, οὐδὲν ἄλλο πλὴν λέγειν μόνον.
ἡγοῦ, τέκνον μοι, δεῦρ’ ὑπ’ ἀγκάλαις σταθείς,
σύ τ’, ὦ τάλαινα· χείματος γὰρ ἀγρίου
τυχοῦσα λιμένας ἦλθες εἰς εὐηνέμους.
ὦ πρέσβυ, θεοί σοι δοῖεν εὖ καὶ τοῖσι σοῖς,
σῴσαντι παῖδα κἀμὲ τὴν δυσδαίμονα.
ὅρα δὲ μὴ νῷν εἰς ἐρημίαν ὁδοῦ
πτήξαντες οἵδε πρὸς βίαν ἄγωσί με,
γέροντα μὲν σ’ ὁρῶντες, ἀσθενῆ δ’ ἐμὲ
καὶ παῖδα τόνδε νήπιον· σκόπει τάδε,
μὴ νῦν φυγόντες εἶθ’ ἁλῶμεν ὕστερον.
οὐ μὴ γυναικῶν δειλὸν εἰσοίσεις λόγον·
χώρει· τίς ὑμῶν ἅψεται; κλαίων ἄρα
ψαύσει. θεῶν γὰρ οὕνεχ’ ἱππικοῦ τ’ ὄχλου
πολλῶν θ’ ὁπλιτῶν ἄρχομεν Φθίαν κάτα·
ἡμεῖς δ’ ἔτ’ ὀρθοὶ κοὐ γέροντες, ὡς δοκεῖς,
ἀλλ’ εἴς γε τοιόνδ’ ἄνδρ’ ἀποβλέψας μόνον
τροπαῖον αὐτοῦ στήσομαι, πρέσβυς περ ὤν.
πολλῶν νέων γὰρ κἂν γέρων εὔψυχος ᾖ
κρείσσων· τί γὰρ δεῖ δειλὸν ὄντ’ εὐσωματεῖν;