Ancient Greek · ~3 min
Choral 8
Euripides, Ἀνδρομάχη 8
Not analysed yet
μὴ γενοίμαν ἢ πατέρων ἀγαθῶν
εἴην πολυκτήτων τε δόμων μέτοχος.
εἴ τι γὰρ πάσχοι τις ἀμήχανον, ἀλκᾶς
οὐ σπάνις εὐγενέταις,
κηρυσσομένοισι δ’ ἀπ’ ἐσθλῶν δωμάτων
τιμὰ καὶ κλέος· οὔτοι λείψανα τῶν ἀγαθῶν
ἀνδρῶν ἀφαιρεῖται χρόνος· ἁ δ’ ἀρετὰ
καὶ θανοῦσι λάμπει.
κρεῖσσον δὲ νίκαν μὴ κακόδοξον ἔχειν
ἢ ξὺν φθόνῳ σφάλλειν δυνάμει τε δίκαν.
ἡδὺ μὲν γὰρ αὐτίκα τοῦτο βροτοῖσιν,
ἐν δὲ χρόνῳ τελέθει
ξηρὸν καὶ ὀνείδεσιν ἔγκειται δόμων.
ταύταν ᾔνεσα ταύταν καὶ φέρομαι βιοτάν,
μηδὲν δίκας ἔξω κράτος ἐν θαλάμοις
καὶ πόλει δύνασθαι.
ὦ γέρον Αἰακίδα,
πείθομαι καὶ σὺν Λαπίθαισί σε Κενταύ-
ρων ὁμιλῆσαι δορὶ
κλεινοτάτῳ· καὶ ἐπ’ Ἀργῴου δορὸς ἄξενον ὑγρὰν
ἐκπερᾶσαι ποντιᾶν Ξυμπληγάδων
κλεινὰν ἐπὶ ναυστολίαν,
Ἰλιάδα τε πόλιν ὅτε πάρος
εὐδόκιμον ὁ Διὸς ἶνις ἀμφέβαλε φόνῳ,
κοινὰν τὰν εὔκλειαν ἔχοντ’
Εὐρώπαν ἀφικέσθαι.