Ancient Greek · ~7 min
Episode 9, lines 9.7.952-9.7.994
Euripides, Ἀνδρομάχη 9.7.952-994
Not analysed yet
ὑγιὲς γὰρ οὐδὲν αἱ θύραθεν εἴσοδοι
δρῶσιν γυναικῶν, ἀλλὰ πολλὰ καὶ κακά.
ἄγαν ἐφῆκας γλῶσσαν εἰς τὸ σύμφυτον.
συγγνωστὰ μέν νυν σοὶ τάδ’, ἀλλ’ ὅμως χρεὼν
κοσμεῖν γυναῖκας τὰς γυναικείας νόσους.
σοφόν τι χρῆμα τοῦ διδάξαντος βροτοὺς
λόγους ἀκούειν τῶν ἐναντίων πάρα.
ἐγὼ γὰρ εἰδὼς τῶνδε σύγχυσιν δόμων
ἔριν τε τὴν σὴν καὶ γυναικὸς Ἕκτορος,
φυλακὰς ἔχων ἔμιμνον, εἴτ’ αὐτοῦ μενεῖς
εἴτ’ ἐκφοβηθεῖσ’ αἰχμαλωτίδος φόνῳ
γυναικὸς οἴκων τῶνδ’ ἀπηλλάχθαι θέλεις.
ἦλθον δὲ σὰς μὲν οὐ σέβων ἐπιστολάς,
εἰ δ’ ἐνδιδοίης, ὥσπερ ἐνδίδως, λόγον,
πέμψων σ’ ἀπ’ οἴκων τῶνδ’. ἐμὴ γὰρ οὖσα πρὶν
σὺν τῷδε ναίεις ἀνδρὶ σοῦ πατρὸς κάκῃ,
ὃς πρὶν τὰ Τροίας εἰσβαλεῖν ὁρίσματα
γυναῖκ’ ἐμοί σε δοὺς ὑπέσχεθ’ ὕστερον
τῷ νῦν σ’ ἔχοντι, Τρῳάδ’ εἰ πέρσοι πόλιν.
ἐπεὶ δ’ Ἀχιλλέως δεῦρ’ ἐνόστησεν γόνος,
σῷ μὲν συνέγνων πατρί, τὸν δ’ ἐλισσόμην
γάμους ἀφεῖναι σούς, ἐμὰς λέγων τύχας
καὶ τὸν παρόντα δαίμον’, ὡς φίλων μὲν ἂν
γήμαιμ’ ἀπ’ ἀνδρῶν, ἔκτοθεν δ’ οὐ ῥᾳδίως,
φεύγων ἀπ’ οἴκων ἃς ἐγὼ φεύγω φυγάς.
ὃ δ’ ἦν ὑβριστὴς εἴς τ’ ἐμῆς μητρὸς φόνον
τάς θ’ αἱματωποὺς θεὰς ὀνειδίζων ἐμοί.
κἀγὼ ταπεινὸς ὢν τύχαις ταῖς οἴκοθεν
ἤλγουν μὲν ἤλγουν, συμφοραῖς δ’ ἠνειχόμην,
σῶν δὲ στερηθεὶς ᾠχόμην ἄκων γάμων.
νῦν οὖν, ἐπειδὴ περιπετεῖς ἔχεις τύχας
καὶ ξυμφορὰν τήνδ’ εἰσπεσοῦσ’ ἀμηχανεῖς,
ἄξω σ’ ἀπ’ οἴκων καὶ πατρὸς δώσω χερί.
τὸ συγγενὲς γὰρ δεινόν, ἔν τε τοῖς κακοῖς
οὐκ ἔστιν οὐδὲν κρεῖσσον οἰκείου φίλου.
νυμφευμάτων μὲν τῶν ἐμῶν πατὴρ ἐμὸς
μέριμναν ἕξει, κοὐκ ἐμὸν κρίνειν τόδε.
ἀλλ’ ὡς τάχιστα τῶνδέ μ’ ἔκπεμψον δόμων,
μὴ φθῇ με προσβὰς δῶμα καὶ μολὼν πόσις,
ἢ πρέσβυς οἴκους μ’ ἐξερημοῦσαν μαθὼν
Πηλεὺς μετέλθῃ πωλικοῖς διώγμασιν.
θάρσει γέροντος χεῖρα· τὸν δ’ Ἀχιλλέως
μηδὲν φοβηθῇς παῖδ’, ὅσ’ εἰς ἔμ’ ὕβρισε.