Ancient Greek · ~7 min
Episode 9, lines 9.7.904-9.7.951
Euripides, Ἀνδρομάχη 9.7.904-951
Not analysed yet
τίς οὖν ἂν εἴη μὴ πεφυκότων γέ πω
παίδων γυναικὶ συμφορὰ πλὴν εἰς λέχος;
τοῦτ’ αὐτὸ καὶ νοσοῦμεν· εὖ μ’ ὑπηγάγου.
ἄλλην τιν’ εὐνὴν ἀντὶ σοῦ στέργει πόσις;
τὴν αἰχμάλωτον Ἕκτορος ξυνευνέτιν.
κακόν γ’ ἔλεξας, ἄνδρα δίσσ’ ἔχειν λέχη.
τοιαῦτα ταῦτα. κᾆτ’ ἔγωγ’ ἠμυνάμην.
μῶν εἰς γυναῖκ’ ἔρραψας οἷα δὴ γυνή;
φόνον γ’ ἐκείνῃ καὶ τέκνῳ νοθαγενεῖ.
κἄκτεινας, ἤ τις συμφορά σ’ ἀφείλετο;
γέρων γε Πηλεύς, τοὺς κακίονας σέβων.
σοὶ δ’ ἦν τις ὅστις τοῦδ’ ἐκοινώνει φόνου;
πατήρ γ’ ἐπ’ αὐτὸ τοῦτ’ ἀπὸ Σπάρτης μολών.
κἄπειτα τοῦ γέροντος ἡσσήθη χερί;
αἰδοῖ γε· καί μ’ ἔρημον οἴχεται λιπών.
συνῆκα· ταρβεῖς τοῖς δεδραμένοις πόσιν.
ἔγνως· ὀλεῖ γάρ μ’ ἐνδίκως. τί δεῖ λέγειν;
ἀλλ’ ἄντομαί σε Δία καλοῦσ’ ὁμόγνιον,
πέμψον με χώρας τῆσδ’ ὅποι προσωτάτω
ἢ πρὸς πατρῷον μέλαθρον· ὡς δοκοῦσί γε
δόμοι τ’ ἐλαύνειν φθέγμ’ ἔχοντες οἵδε με,
μισεῖ τε γαῖα Φθιάς. εἰ δ’ ἥξει πάρος
Φοίβου λιπὼν μαντεῖον εἰς δόμους πόσις,
κτενεῖ μ’ ἐπ’ αἰσχίστοισιν· ἢ δουλεύσομεν
νόθοισι λέκτροις ὧν ἐδέσποζον πρὸ τοῦ.
πῶς οὖν τάδ’, ὡς εἴποι τις, ἐξημάρτανες;
κακῶν γυναικῶν εἴσοδοί μ’ ἀπώλεσαν,
αἵ μοι λέγουσαι τούσδ’ ἐχαύνωσαν λόγους·
Σὺ τὴν κακίστην αἰχμάλωτον ἐν δόμοις
δούλην ἀνέξῃ σοὶ λέχους κοινουμένην;
μὰ τὴν ἄνασσαν, οὐκ ἂν ἔν γ’ ἐμοῖς δόμοις
βλέπουσ’ ἂν αὐγὰς τἄμ’ ἐκαρποῦτ’ ἂν λέχη.
κἀγὼ κλύουσα τούσδε Σειρήνων λόγους,
ἐξηνεμώθην μωρίᾳ. τί γάρ μ’ ἐχρῆν
πόσιν φυλάσσειν, ᾗ παρῆν ὅσων ἔδει;
πολὺς μὲν ὄλβος· δωμάτων δ’ ἠνάσσομεν·
παῖδας δ’ ἐγὼ μὲν γνησίους ἔτικτον ἄν,
ἡ δ’ ἡμιδούλους τοῖς ἐμοῖς νοθαγενεῖς.
ἀλλ’ οὔποτ’ οὔποτ’—οὐ γὰρ εἰσάπαξ ἐρῶ—
χρὴ τούς γε νοῦν ἔχοντας, οἷς ἔστιν γυνή,
πρὸς τὴν ἐν οἴκοις ἄλοχον ἐσφοιτᾶν ἐᾶν
γυναῖκας· αὗται γὰρ διδάσκαλοι κακῶν·
ἣ μέν τι κερδαίνουσα συμφθείρει λέχος,
ἣ δ’ ἀμπλακοῦσα συννοσεῖν αὑτῇ θέλει,
πολλαὶ δὲ μαργότητι κἀντεῦθεν δόμοι
νοσοῦσιν ἀνδρῶν. πρὸς τάδ’ εὖ φυλάσσετε
κλῄθροισι καὶ μοχλοῖσι δωμάτων πύλας·