Ancient Greek · ~3 min
Choral 2, lines 2.1-2.4
Euripides, Κύκλωψ 2.1-4
Not analysed yet
παῖ γενναίων μὲν πατέρων
γενναίων τ’ ἐκ τοκάδων,
πᾷ δή μοι νίσῃ σκοπέλους;
οὐ τᾷδ’ ὑπήνεμος αὔρα
καὶ ποιηρὰ βοτάνα;
δινᾶέν θ’ ὕδωρ ποταμῶν
ἐν πίστραις κεῖται πέλας ἄν-
τρων; οὔ σοι βλαχαὶ τεκέων;
—ψύττ’· οὐ τᾷδ’ οὔ; οὐ τᾷδε νεμῇ
κλιτὺν δροσεράν;
ὠή, ῥίψω πέτρον τάχα σου
—ὕπαγ’ ὦ ὕπαγ’ ὦ κεράστα—
μηλοβότα στασιωρὸν
Κύκλωπος ἀγροβάτα.
σπαργῶντας μαστοὺς χάλασον·
δέξαι θηλαῖσι σπορὰς
ἃς λείπεις ἀρνῶν θαλάμοις.
ποθοῦσί σ’ ἁμερόκοιτοι
βλαχαὶ σμικρῶν τεκέων.
εἰς αὐλὰν πότ’ ἀμφιβαλεῖς
ποιηροὺς λείπουσα νομοὺς
Αἰτναίων εἴσω σκοπέλων;
—νύττ’· οὐ τᾷδ’ οὔ; οὐ τᾷδε νεμῇ
κλιτὺν δροσεράν;
ὠή, ῥίψω πέτρον τάχα σου
—ὕπαγ’ ὦ ὕπαγ’ ὦ κεράστα—
μηλοβότα στασιωρὸν
Κύκλωπος ἀγροβάτα.