Ancient Greek · ~2 min
Choral 2
Euripides, Κύκλωψ 2.5
Not analysed yet
οὐ τάδε Βρόμιος, οὐ τάδε χοροὶ
Βάκχαι τε θυρσοφόροι,
οὐ τυμπάνων ἀλαλαγμοὶ
κρήναις παρ’ ὑδροχύτοις,
οὐκ οἴνου χλωραὶ σταγόνες·
οὐδ’ ἐν Νύσᾳ μετὰ Νυμφᾶν
ἴακχον ἴακχον ᾠδὰν
μέλπω πρὸς τὰν Ἀφροδίταν,
ἃν θηρεύων πετόμαν
Βάκχαις σὺν λευκόποσιν
ὦ φίλος·
ὦ φίλε Βακχεῖε, ποῖ οἰοπολεῖς;
ποῖ ξανθὰν χαίταν σείεις;
ἐγὼ δ’ ὁ σὸς πρόπολος
θητεύω Κύκλωπι
τῷ μονοδέρκτᾳ δοῦλος ἀλαίνων
σὺν τᾷδε τράγου χλαίνᾳ μελέᾳ
σᾶς χωρὶς φιλίας.