Ancient Greek
Episode 3, lines 3.175-3.221
Euripides, Κύκλωψ 3.175-221
Not analysed yet
ἄκου’, Ὀδυσσεῦ· διαλαλήσωμέν τί σοι.
καὶ μὴν φίλοι γε προσφέρεσθε πρὸς φίλον.
ἐλάβετε Τροίαν τὴν Ἑλένην τε χειρίαν;
καὶ πάντα γ’ οἶκον Πριαμιδῶν ἐπέρσαμεν.
οὔκουν, ἐπειδὴ τὴν νεᾶνιν εἵλετε,
ἅπαντες αὐτὴν διεκροτήσατ’ ἐν μέρει,
ἐπεί γε πολλοῖς ἥδεται γαμουμένη;
τὴν προδότιν, ἣ τοὺς θυλάκους τοὺς ποικίλους
περὶ τοῖν σκελοῖν ἰδοῦσα καὶ τὸν χρύσεον
κλῳὸν φοροῦντα περὶ μέσον τὸν αὐχένα
ἐξεπτοήθη, Μενέλεων, ἀνθρώπιον
λῷστον, λιποῦσα. μηδαμοῦ γένος ποτὲ
φῦναι γυναικῶν ὤφελ’ —εἰ μὴ ’μοὶ μόνῳ.
ἰδοὺ τάδ’ ὑμῖν ποιμένων βοσκήματα,
ἄναξ Ὀδυσσεῦ, μηκάδων ἀρνῶν τροφαί,
πηκτοῦ γάλακτός τ’ οὐ σπάνια τυρεύματα.
φέρεσθε· χωρεῖθ’ ὡς τάχιστ’ ἄντρων ἄπο,
βότρυος ἐμοὶ πῶμ’ ἀντιδόντες εὐίου.
—οἴμοι· Κύκλωψ ὅδ’ ἔρχεται· τί δράσομεν;
ἀπολώλαμεν γάρ, ὦ γέρον· ποῖ χρὴ φυγεῖν;
ἔσω πέτρας τῆσδ’, οὗπερ ἂν λάθοιτέ γε.
δεινὸν τόδ’ εἶπας, ἀρκύων μολεῖν ἔσω.
οὐ δεινόν· εἰσὶ καταφυγαὶ πολλαὶ πέτρας.
οὐ δῆτ’· ἐπεί τἂν μεγάλα γ’ ἡ Τροία στένοι,
εἰ φευξόμεσθ’ ἕν’ ἄνδρα, μυρίον δ’ ὄχλον
Φρυγῶν ὑπέστην πολλάκις σὺν ἀσπίδι.
ἀλλ’, εἰ θανεῖν δεῖ, κατθανούμεθ’ εὐγενῶς,
ἢ ζῶντες αἶνον τὸν πάρος συσσώσομεν.
ἄνεχε· πάρεχε· τί τάδε· τίς ἡ ῥᾳθυμία;
τί βακχιάζετ’; οὐχὶ Διόνυσος τάδε,
οὐ κρόταλα χαλκοῦ τυμπάνων τ’ ἀράγματα.
πῶς μοι κατ’ ἄντρα νεόγονα βλαστήματα;
ἦ πρός γε μαστοῖς εἰσι χὑπὸ μητέρων
πλευρὰς τρέχουσι, σχοινίνοις τ’ ἐν τεύχεσιν
πλήρωμα τυρῶν ἐστιν ἐξημελγμένον;
τί φατε; τί λέγετε; τάχα τις ὑμῶν τῷ ξύλῳ
δάκρυα μεθήσει· βλέπετ’ ἄνω καὶ μὴ κάτω.
ἰδού, πρὸς αὐτὸν τὸν Δί’ ἀνακεκύφαμεν,
καὶ τἄστρα καὶ τὸν Ὠρίωνα δέρκομαι.
ἄριστόν ἐστιν εὖ παρεσκευασμένον;
πάρεστιν. ὁ φάρυγξ εὐτρεπὴς ἔστω μόνον.
ἦ καὶ γάλακτός εἰσι κρατῆρες πλέῳ;
ὥστ’ ἐκπιεῖν γέ σ’, ἢν θέλῃς, ὅλον πίθον.
μήλειον ἢ βόειον ἢ μεμιγμένον;
ὧν ἂν θέλῃς σύ, μὴ ’μὲ καταπίῃς μόνον.
ἥκιστ’· ἐπεί μ’ ἂν ἐν μέσῃ τῇ γαστέρι
πηδῶντες ἀπολέσαιτ’ ἂν ὑπὸ τῶν σχημάτων.