Ancient Greek · ~7 min
Episode 3, lines 3.129-3.174
Euripides, Κύκλωψ 3.129-174
Not analysed yet
αὐτὸς δὲ Κύκλωψ ποῦ ’στιν; ἦ δόμων ἔσω;
φροῦδος πρὸς Αἴτνῃ θῆρας ἰχνεύων κυσίν.
οἶσθ’ οὖν ὃ δρᾶσον, ὡς ἀπαίρωμεν χθονός;
οὐκ οἶδ’, Ὀδυσσεῦ· πᾶν δέ σοι δρῴημεν ἄν.
ὅδησον ἡμῖν σῖτον, οὗ σπανίζομεν.
οὐκ ἔστιν, ὥσπερ εἶπον, ἄλλο πλὴν κρέας.
ἀλλ’ ἡδὺ λιμοῦ καὶ τόδε σχετήριον.
καὶ τυρὸς ὀπίας ἔστι καὶ βοὸς γάλα.
ἐκφέρετε· φῶς γὰρ ἐμπολήμασιν πρέπει.
σὺ δ’ ἀντιδώσεις, εἰπέ μοι, χρυσὸν πόσον;
οὐ χρυσόν, ἀλλὰ πῶμα Διονύσου φέρω.
ὦ φίλτατ’ εἰπών, οὗ σπανίζομεν πάλαι.
καὶ μὴν Μάρων μοι πῶμ’ ἔδωκε, παῖς θεοῦ.
ὃν ἐξέθρεψα ταῖσδ’ ἐγώ ποτ’ ἀγκάλαις;
ὁ Βακχίου παῖς, ὡς σαφέστερον μάθῃς.
ἐν σέλμασιν νεώς ἐστιν, ἢ φέρεις σύ νιν;
ὅδ’ ἁσκὸς ὃς κεύθει νιν· ὡς ὁρᾷς, γέρον.
οὗτος μὲν οὐδ’ ἂν τὴν γνάθον πλήσειέ μου.
ναί·
δὶς γὰρ τόσον πῶμ’ ὅσον ἂν ἐξ ἀσκοῦ ῥυῇ.
καλήν γε κρήνην εἶπας ἡδεῖάν τ’ ἐμοί.
βούλῃ σε γεύσω πρῶτον ἄκρατον μέθυ;
δίκαιον· ἦ γὰρ γεῦμα τὴν ὠνὴν καλεῖ.
καὶ μὴν ἐφέλκω καὶ ποτῆρ’ ἀσκοῦ μέτα.
φέρ’ ἐκπάταξον, ὡς ἀναμνησθῶ πιών.
ἰδού.
παπαιάξ, ὡς καλὴν ὀσμὴν ἔχει.
εἶδες γὰρ αὐτήν;
οὐ μὰ Δί’, ἀλλ’ ὀσφραίνομαι.
γεῦσαί νυν, ὡς ἂν μὴ λόγῳ ’’παινῇς μόνον.
βαβαί· χορεῦσαι παρακαλεῖ μ’ ὁ Βάκχιος.
ἆ ἆ ἆ.
μῶν τὸν λάρυγγα διεκάναξέ σου καλῶς;
ὥστ’ εἰς ἄκρους γε τοὺς ὄνυχας ἀφίκετο.
πρὸς τῷδε μέντοι καὶ νόμισμα δώσομεν.
χάλα τὸν ἀσκὸν μόνον· ἔα τὸ χρυσίον.
ἐκφέρετέ νυν τυρεύματ’ ἢ μήλων τόκον.
δράσω τάδ’, ὀλίγον φροντίσας γε δεσποτῶν.
ὡς ἐκπιεῖν γ’ ἂν κύλικα μαινοίμην μίαν,
πάντων Κυκλώπων ἀντιδοὺς βοσκήματα,
ῥῖψαι τ’ ἐς ἅλμην Λευκάδος πέτρας ἄπο,
ἅπαξ μεθυσθεὶς καταβαλών τε τὰς ὀφρῦς.
ὡς ὅς γε πίνων μὴ γέγηθε μαίνεται·
ἵν’ ἔστι τουτί τ’ ὀρθὸν ἐξανιστάναι
μαστοῦ τε δραγμὸς καὶ παρεσκευασμένου
ψαῦσαι χεροῖν λειμῶνος, ὀρχηστύς θ’ ἅμα
κακῶν τε λῆστις. εἶτ’ ἐγὼ οὐ κυνήσομαι
τοιόνδε πῶμα, τὴν Κύκλωπος ἀμαθίαν
κλαίειν κελεύων καὶ τὸν ὀφθαλμὸν μέσον;