Ancient Greek · ~7 min
Episode 5, lines 5.375-5.422
Euripides, Κύκλωψ 5.375-422
Not analysed yet
ὦ Ζεῦ, τί λέξω, δείν’ ἰδὼν ἄντρων ἔσω
κοὐ πιστά, μύθοις εἰκότ’, οὐδ’ ἔργοις βροτῶν;
τί δ’ ἔστ’, Ὀδυσσεῦ; μῶν τεθοίναται σέθεν
φίλους ἑταίρους ἀνοσιώτατος Κύκλωψ;
δισσούς γ’ ἀθρήσας κἀπιβαστάσας χεροῖν,
οἳ σαρκὸς εἶχον εὐτραφέστατον πάχος.
πῶς, ὦ ταλαίπωρ’, ἦτε πάσχοντες τάδε;
ἐπεὶ πετραίαν τήνδ’ ἐσήλθομεν χθόνα,
ἀνέκαυσε μὲν πῦρ πρῶτον, ὑψηλῆς δρυὸς
κορμοὺς πλατείας ἐσχάρας βαλὼν ἔπι,
τρισσῶν ἁμαξῶν ὡς ἀγώγιμον βάρος.
ἔπειτα φύλλων ἐλατίνων χαμαιπετῆ
ἔστρωσεν εὐνὴν πλησίον πυρὸς φλογί.
κρατῆρα δ’ ἐξέπλησεν ὡς δεκάμφορον,
μόσχους ἀμέλξας, λευκὸν ἐσχέας γάλα.
σκύφος τε κισσοῦ παρέθετ’ εἰς εὖρος τριῶν
πήχεων, βάθος δὲ τεσσάρων ἐφαίνετο.
καὶ χάλκεον λέβητ’ ἐπέζεσεν πυρί,
ὀβελούς τ’, ἄκρους μὲν ἐγκεκαυμένους πυρί,
ξεστοὺς δὲ δρεπάνῳ τἄλλα, παλιούρου κλάδων,
Αἰτναῖά τε σφαγεῖα πελέκεων γνάθοις.
ὡς δ’ ἦν ἕτοιμα πάντα τῷ θεοστυγεῖ
Ἅιδου μαγείρῳ, φῶτε συμμάρψας δύο
ἔσφαζ’ ἑταίρων τῶν ἐμῶν, ῥυθμῷ θ’ ἐνὶ
τὸν μὲν λέβητος ἐς κύτος χαλκήλατον,
τὸν δ’ αὖ, τένοντος ἁρπάσας ἄκρου ποδός,
παίων πρὸς ὀξὺν στόνυχα πετραίου λίθου,
ἐγκέφαλον ἐξέρρανε, καὶ καθαρπάσας
λάβρῳ μαχαίρᾳ σάρκας ἐξώπτα πυρί
τὰ δ’ ἐς λέβητ’ ἐφῆκεν ἕψεσθαι μέλη
ἐγὼ δ’ ὁ τλήμων δάκρυ’ ἀπ’ ὀφθαλμῶν χέων
ἐχριμπτόμην Κύκλωπι κἀδιακόνουν·
ἅλλοι δ’ ὅπως ὄρνιθες ἐν μυχοῖς πέτρας
πτήξαντες εἶχον, αἷμα δ’ οὐκ ἐνῆν χροΐ.
ἐπεὶ δ’ ἑταίρων τῶν ἐμῶν πλησθεὶς βορᾶς
ἀνέπεσε, φάρυγος αἰθέρ’ ἐξιεὶς βαρύν,
ἐσῆλθέ μοί τι θεῖον· ἐμπλήσας σκύφος
Μάρωνος αὐτῷ τοῦδε προσφέρω πιεῖν,
λέγων τάδ’· Ὦ τοῦ ποντίου θεοῦ Κύκλωψ,
σκέψαι τόδ’ οἷον Ἑλλὰς ἀμπέλων ἄπο
θεῖον κομίζει πῶμα, Διονύσου γάνος.
ὃ δ’ ἔκπλεως ὢν τῆς ἀναισχύντου βορᾶς
ἐδέξατ’ ἔσπασέν τ’ ἄμυστιν ἑλκύσας
κἀπῄνεσ’ ἄρας χεῖρα· Φίλτατε ξένων,
καλὸν τὸ πῶμα δαιτὶ πρὸς καλῇ δίδως.
ἡσθέντα δ’ αὐτὸν ὡς ἐπῃσθόμην ἐγώ,
ἄλλην ἔδωκα κύλικα, γιγνώσκων ὅτι
τρώσει νιν οἷνος καὶ δίκην δώσει τάχα.