Ancient Greek · ~2 min
Choral 4
Euripides, Κύκλωψ 4
Not analysed yet
Εὐρείας φάρυγγος, ὦ Κύκλωψ,
ἀναστόμου τὸ χεῖλος· ὡς ἕτοιμά σοι
ἑφθὰ καὶ ὀπτὰ καὶ ἀνθρακιᾶς ἄπο
χναύειν, βρύκειν,
κρεοκοπεῖν μέλη ξένων,
δασυμάλλῳ ἐν αἰγίδι κλινομένῳ.
Μή μοι μὴ προσδίδου·
μόνος μόνῳ γέμιζε πορθμίδος σκάφος.
χαιρέτω μὲν αὖλις ἅδε,
χαιρέτω δὲ θυμάτων
ἀποβώμιος ἃν ἔχει θυσίαν
Κύκλωψ Αἰτναῖος ξενικῶν
κρεῶν κεχαρμένος βορᾷ.
Νηλής, ὦ τλᾶμον, ὅστις
ἐφεστίους ἱκτῆρας ἐκθύει δόμων,
ἑφθά τε δαινύμενος, μυσαροῖσί τ’ ὀδοῦσιν
κόπτων βρύκων
θέρμ’ ἀπ’ ἀνθράκων κρέα,
Μή μοι μὴ προσδίδου·
μόνος μόνῳ γέμιζε πορθμίδος σκάφος.
χαιρέτω μὲν αὖλις ἅδε,
χαιρέτω δὲ θυμάτων
ἀποβώμιος ἃν ἔχει θυσίαν
Κύκλωψ Αἰτναῖος ξενικῶν
κρεῶν κεχαρμένος βορᾷ.