Ancient Greek · ~6 min
Episode 7
Euripides, Κύκλωψ 7.1
Not analysed yet
λήψεται τὸν τράχηλον
ἐντόνως ὁ καρκίνος
τοῦ ξενοδαιτυμόνος· πυρὶ γὰρ τάχα
φωσφόρους ὀλεῖ κόρας.
ἤδη
δαλὸς ἠνθρακωμένος
κρύπτεται ἐς σποδιάν, δρυὸς ἄσπετον
ἔρνος· ἀλλ’ ἴτω Μάρων·
πρασσέτω·
μαινομένου ’ξελέτω βλέφαρον Κύ-
κλωπος, ὡς πίῃ κακῶς.
κἀγὼ
τὸν φιλοκισσοφόρον Βρόμιον πο-
θεινὸν εἰσιδεῖν θέλω,
Κύκλω-
πος λιπὼν ἐρημίαν·
ἆρ’ ἐς τοσόνδ’ ἀφίξομαι;
σιγᾶτε πρὸς θεῶν, θῆρες, ἡσυχάζετε,
συνθέντες ἄρθρα στόματος· οὐδὲ πνεῖν ἐῶ,
οὐ σκαρδαμύσσειν οὐδὲ χρέμπτεσθαί τινα,
ὡς μὴ ’ξεγερθῇ τὸ κακόν, ἔστ’ ἂν ὄμματος
ὄψις Κύκλωπος ἐξαμιλληθῇ πυρί.
σιγῶμεν ἐγκάψαντες αἰθέρα γνάθοις.
ἄγε νυν ὅπως ἅψεσθε τοῦ δαλοῦ χεροῖν
ἔσω μολόντες· διάπυρος δ’ ἐστὶν καλῶς.
οὐκοῦν σὺ τάξεις οὕστινας πρώτους χρεὼν
καυτὸν μοχλὸν λαβόντας ἐκκάειν τὸ φῶς
Κύκλωπος, ὡς ἂν τῆς τύχης κοινώμεθα;
ἡμεῖς μέν ἐσμεν μακροτέρω πρὸ τῶν θυρῶν
ἑστῶτες ὠθεῖν ἐς τὸν ὀφθαλμὸν τὸ πῦρ.
ἡμεῖς δὲ χωλοί γ’ ἀρτίως γεγενήμεθα.
ταὐτὸν πεπόνθατ’ ἆρ’ ἐμοί· τοὺς γὰρ πόδας
ἑστῶτες ἐσπάσθημεν οὐκ οἶδ’ ἐξ ὅτου.
ἑστῶτες ἐσπάσθητε;
καὶ τά γ’ ὄμματα
μέστ’ ἐστὶν ἡμῖν κόνεος ἢ τέφρας ποθέν.
ἄνδρες πονηροὶ κοὐδὲν οἵδε σύμμαχοι.
ὁτιὴ τὸ νῶτον τὴν ῥάχιν τ’ οἰκτίρομεν
καὶ τοὺς ὀδόντας ἐκβαλεῖν οὐ βούλομαι
τυπτόμενος, αὕτη γίγνεται πονηρία;
ἀλλ’ οἶδ’ ἐπῳδὴν Ὀρφέως ἀγαθὴν πάνυ,
ὡς αὐτόματον τὸν δαλὸν ἐς τὸ κρανίον
στείχονθ’ ὑφάπτειν τὸν μονῶπα παῖδα γῆς.
πάλαι μὲν ᾔδη σ’ ὄντα τοιοῦτον φύσει,
νῦν δ’ οἶδ’ ἄμεινον. τοῖσι δ’ οἰκείοις φίλοις
χρῆσθαί μ’ ἀνάγκη. χειρὶ δ’ εἰ μηδὲν σθένεις,
ἀλλ’ οὖν ἐπεγκέλευέ γ’, ὡς εὐψυχίαν
φίλων κελευσμοῖς τοῖσι σοῖς κτησώμεθα.
δράσω τάδ’. ἐν τῷ Καρὶ κινδυνεύσομεν.
κελευσμάτων δ’ ἕκατι τυφέσθω Κύκλωψ.