Ancient Greek · ~4 min
Choral 6
Euripides, Κύκλωψ 6
Not analysed yet
ἄγε, τίς πρῶτος, τίς δ’ ἐπὶ πρώτῳ
ταχθεὶς δαλοῦ κώπην ὀχμάσας
Κύκλωπος ἔσω βλεφάρων ὤσας
λαμπρὰν ὄψιν διακναίσει;
σίγα σίγα. καὶ δὴ μεθύων
ἄχαριν κέλαδον μουσιζόμενος
σκαιὸς ἀπῳδὸς καὶ κλαυσόμενος
χωρεῖ πετρίνων ἔξω μελάθρων
φέρε νιν κώμοις παιδεύσωμεν
τὸν ἀπαίδευτον·
πάντως μέλλει τυφλὸς εἶναι.
μάκαρ ὅστις εὐιάζει
βοτρύων φίλαισι πηγαῖς
ἐπὶ κῶμον ἐκπετασθείς,
φίλον ἄνδρ’ ὑπαγκαλίζων
ἐπὶ δεμνίοις τε ξανθὸν
χλιδανῆς ἔχων ἑταίρας
μυρόχριστος λιπαρὸν βό-
στρυχον, αὐδᾷ δέ· Θύραν τίς οἴξει μοι;
παπαπᾶ· πλέως μὲν οἴνου,
γάνυμαι δὲ δαιτὸς ἥβῃ,
σκάφος ὁλκὰς ὣς γεμισθεὶς
ποτὶ σέλμα γαστρὸς ἄκρας.
ὑπάγει μ’ ὁ χόρτος εὔφρων
ἐπὶ κῶμον ἦρος ὥραις
ἐπὶ Κύκλωπας ἀδελφούς.
φέρε μοι, ξεῖνε, φέρ’, ἀσκὸν ἔνδος μοι.
καλὸν ὄμμασιν δεδορκὼς
Καλὸς ἐκπερᾷ μελάθρων.
—παπαπᾶ· φιλεῖ τις ἡμᾶς. –-
λύχνα δ’ ἀμμένον δαΐα σὸν
χρόα χὡς τέρεινα νύμφα
δροσερῶν ἔσωθεν ἄντρων.
στεφάνων δ’ οὐ μία χροιὰ
περὶ σὸν κρᾶτα τάχ’ ἐξομιλήσει.