Ancient Greek
Episode 1, lines 1.94-1.111
Euripides, Ἠλέκτρα 1.94-111
Not analysed yet
καὶ τειχέων μὲν ἐντὸς οὐ βαίνω πόδα,
δυοῖν δʼ ἅμιλλαν ξυντιθεὶς ἀφικόμην
πρὸς τέρμονας γῆς τῆσδʼ, ἵνʼ ἐκβάλω ποδὶ
ἄλλην ἐπʼ αἶαν, εἴ μέ τις γνοίη σκοπῶν,
ζητῶν τʼ ἀδελφήν· φασὶ γάρ νιν ἐν γάμοις
ζευχθεῖσαν οἰκεῖν οὐδὲ παρθένον μένειν·
ὡς συγγένωμαι καὶ φόνου ξυνεργάτιν
λαβὼν τά γʼ εἴσω τειχέων σαφῶς μάθω.
νῦν οὖν —ἕως γὰρ λευκὸν ὄμμʼ ἀναίρεται —
ἔξω τρίβου τοῦδʼ ἴχνος ἀλλαξώμεθα.
ἢ γάρ τις ἀροτὴρ ἤ τις οἰκέτις γυνὴ
φανήσεται νῷν, ἥντινʼ ἱστορήσομεν
εἰ τούσδε ναίει σύγγονος τόπους ἐμή.
ἀλλʼ —εἰσορῶ γὰρ τήνδε προσπόλον τινά,
πηγαῖον ἄχθος ἐν κεκαρμένῳ κάρᾳ
φέρουσαν —ἑζώμεσθα κἀκπυθώμεθα
δούλης γυναικός, ἤν τι δεξώμεσθʼ ἔπος
ἐφʼ οἷσι, Πυλάδη, τήνδʼ ἀφίγμεθα χθόνα.