Ancient Greek · ~5 min
Choral 2, lines 2.1-2.2
Euripides, Ἠλέκτρα 2.1-2
Not analysed yet
σύντεινʼ —ὥρα —ποδὸς ὁρμάν· ὤ,
ἔμβα, ἔμβα κατακλαίουσα·
ἰώ μοί μοι.
ἐγενόμαν Ἀγαμέμνονος
καί μʼ ἔτεκεν Κλυταιμήστρα
στυγνὰ Τυνδάρεω κόρα,
κικλήσκουσι δέ μʼ ἀθλίαν
Ἠλέκτραν πολιῆται.
φεῦ φεῦ σχετλίων πόνων
καὶ στυγερᾶς ζόας.
ὦ πάτερ, σὺ δʼ ἐν Ἀΐδα
κεῖσαι, σᾶς ἀλόχου σφαγαῖς
Αἰγίσθου τʼ, Ἀγάμεμνον.
ἴθι τὸν αὐτὸν ἔγειρε γόον,
ἄναγε πολύδακρυν ἁδονάν.
σύντεινʼ —ὥρα —ποδὸς ὁρμάν· ὤ,
ἔμβα, ἔμβα, κατακλαίουσα·
ἰώ μοί μοι.
τίνα πόλιν, τίνα δʼ οἶκον, ὦ
τλᾶμον σύγγονʼ, ἀλατεύεις
οἰκτρὰν ἐν θαλάμοις λιπὼν
πατρῴοις ἐπὶ συμφοραῖς
ἀλγίσταισιν ἀδελφάν;
ἔλθοις τῶνδε πόνων ἐμοὶ
τᾷ μελέᾳ λυτήρ,
ὦ Ζεῦ Ζεῦ, πατρί θʼ αἱμάτων
ἐχθίστων ἐπίκουρος, Ἄρ-
γει κέλσας πόδʼ ἀλάταν.
θὲς τόδε τεῦχος ἐμῆς ἀπὸ κρατὸς ἑ-
λοῦσʼ, ἵνα πατρὶ γόους νυχίους
ἐπορθροβοάσω,
ἰαχάν, Ἀΐδα μέλος,
Ἀΐδα, πάτερ, σοι
κατὰ γᾶς ἐνέπω γόους
οἷς ἀεὶ τὸ κατʼ ἦμαρ
διέπομαι, κατὰ μὲν φίλαν
ὄνυχι τεμνομένα δέραν
χέρα τε κρᾶτʼ ἐπὶ κούριμον
τιθεμένα θανάτῳ σῷ.
αἶ αἶ, δρύπτε κάρα·
οἷα δέ τις κύκνος ἀχέτας
ποταμίοις παρὰ χεύμασιν
πατέρα φίλτατον καλεῖ,
ὀλόμενον δολίοις βρόχων
ἕρκεσιν, ὣς σὲ τὸν ἄθλιον,
πάτερ, ἐγὼ κατακλαίομαι,
λουτρὰ πανύσταθʼ ὑδρανάμενον χροῒ
κοίτᾳ ἐν οἰκτροτάτᾳ θανάτου.
ἰώ μοι, ἰώ μοι
πικρᾶς μὲν πελέκεως τομᾶς
σᾶς, πάτερ, πικρᾶς δʼ ἐκ
Τροΐας ὁδίου βουλᾶς·
οὐ μίτραισι γυνή σε
δέξατʼ οὐδʼ ἐπὶ στεφάνοις,
ξίφεσι δʼ ἀμφιτόμοις λυγρὰν
Αἰγίσθου λώβαν θεμένα
δόλιον ἔσχεν ἀκοίταν.