Ancient Greek · ~3 min
Choral 10, lines 10.2-10.3
Euripides, Ἠλέκτρα 10.2-3
Not analysed yet
κατεῖδες, οἷον ἁ τάλαινʼ ἔξω πέπλων
ἔβαλεν, ἔδειξε μαστὸν ἐν φοναῖσιν,
ἰώ μοι, πρὸς πέδῳ
τιθεῖσα γόνιμα μέλεα; τὰν κόμαν δʼ ἐγὼ —
σάφʼ οἶδα, διʼ ὀδύνας ἔβας,
ἰήιον κλύων γόον
ματρός, ἅ σʼ ἔτικτε.
βοὰν δʼ ἔλασκε τάνδε, πρὸς γένυν ἐμὰν
τιθεῖσα χεῖρα· Τέκος ἐμόν, λιταίνω·
παρῄδων τʼ ἐξ ἐμᾶν
ἐκρίμναθʼ, ὥστε χέρας ἐμὰς λιπεῖν βέλος.
τάλαινα· πῶς ἔτλας φόνον
διʼ ὀμμάτων ἰδεῖν σέθεν
ματρὸς ἐκπνεούσας;
ἐγὼ μὲν ἐπιβαλὼν φάρη κόραις ἐμαῖς
φασγάνῳ κατηρξάμαν
ματέρος ἔσω δέρας μεθείς.
ἐγὼ δʼ ἐπεγκέλευσά σοι
ξίφους τʼ ἐφηψάμαν ἅμα.
δεινότατον παθέων ἔρεξας.
λαβοῦ, κάλυπτε μέλεα ματέρος πέπλοις
καὶ καθάρμοσον σφαγάς.
φονέας ἔτικτες ἆρά σοι.
ἰδού, φίλᾳ τε κοὐ φίλᾳ
φάρεα τάδʼ ἀμφιβάλλομεν.
τέρμα κακῶν μεγάλων δόμοισιν.