Ancient Greek · ~9 min
Episode 11
Euripides, Ἠλέκτρα 11.1
Not analysed yet
ἀλλʼ οἵδε δόμων ὑπὲρ ἀκροτάτων
φαίνουσι τίνες —δαίμονες ἢ θεῶν
τῶν οὐρανίων; οὐ γὰρ θνητῶν γʼ
ἥδε κέλευθος· τί ποτʼ ἐς φανερὰν
ὄψιν βαίνουσι βροτοῖσιν;
Ἀγαμέμνονος παῖ, κλῦθι· δίπτυχοι δέ σε
καλοῦσι μητρὸς σύγγονοι Διόσκοροι,
Κάστωρ κασίγνητός τε Πολυδεύκης ὅδε.
δεινὸν δὲ ναυσὶν ἀρτίως πόντου σάλον
παύσαντʼ ἀφίγμεθʼ Ἄργος, ὡς ἐσείδομεν
σφαγὰς ἀδελφῆς τῆσδε, μητέρος δὲ σῆς.
δίκαια μέν νυν ἥδʼ ἔχει, σὺ δʼ οὐχὶ δρᾷς·
Φοῖβός τε, Φοῖβος —ἀλλʼ ἄναξ γάρ ἐστʼ ἐμός,
σιγῶ· σοφὸς δʼ ὢν οὐκ ἔχρησέ σοι σοφά.
αἰνεῖν δʼ ἀνάγκη ταῦτα· τἀντεῦθεν δὲ χρὴ
πράσσειν ἃ Μοῖρα Ζεύς τʼ ἔκρανε σοῦ πέρι.
Πυλάδῃ μὲν Ἠλέκτραν δὸς ἄλοχον ἐς δόμους,
σὺ δʼ Ἄργος ἔκλιπʼ· οὐ γὰρ ἔστι σοι πόλιν
τήνδʼ ἐμβατεύειν, μητέρα κτείναντι σήν.
δειναὶ δὲ κῆρές σʼ αἱ κυνώπιδες θεαὶ
τροχηλατήσουσʼ ἐμμανῆ πλανώμενον.
ἐλθὼν δʼ Ἀθήνας Παλλάδος σεμνὸν βρέτας
πρόσπτυξον· εἵρξει γάρ νιν ἐπτοημένας
δεινοῖς δράκουσιν ὥστε μὴ ψαύειν σέθεν,
γοργῶφʼ ὑπερτείνουσα σῷ κάρᾳ κύκλον.
ἔστιν δʼ Ἄρεώς τις ὄχθος, οὗ πρῶτον θεοὶ
ἕζοντʼ ἐπὶ ψήφοισιν αἵματος πέρι,
Ἁλιρρόθιον ὅτʼ ἔκτανʼ ὠμόφρων Ἄρης,
μῆνιν θυγατρὸς ἀνοσίων νυμφευμάτων,
πόντου κρέοντος παῖδʼ, ἵνʼ εὐσεβεστάτη
ψῆφος βεβαία τʼ ἐστὶν ἔκ τε τοῦ θεοῖς.
ἐνταῦθα καὶ σὲ δεῖ δραμεῖν φόνου πέρι.
ἴσαι δέ σʼ ἐκσῴζουσι μὴ θανεῖν δίκῃ
ψῆφοι τεθεῖσαι· Λοξίας γὰρ αἰτίαν
ἐς αὑτὸν οἴσει, μητέρος χρήσας φόνον.
καὶ τοῖσι λοιποῖς ὅδε νόμος τεθήσεται,
νικᾶν ἴσαις ψήφοισι τὸν φεύγοντʼ ἀεί.
δειναὶ μὲν οὖν θεαὶ τῷδʼ ἄχει πεπληγμέναι
πάγον παρʼ αὐτὸν χάσμα δύσονται χθονός,
σεμνὸν βροτοῖσιν εὐσεβὲς χρηστήριον·
σὲ δʼ Ἀρκάδων χρὴ πόλιν ἐπʼ Ἀλφειοῦ ῥοαῖς
οἰκεῖν Λυκαίου πλησίον σηκώματος·
ἐπώνυμος δὲ σοῦ πόλις κεκλήσεται.
σοὶ μὲν τάδʼ εἶπον· τόνδε δʼ Αἰγίσθου νέκυν
Ἄργους πολῖται γῆς καλύψουσιν τάφῳ.
μητέρα δὲ τὴν σὴν ἄρτι Ναυπλίαν παρὼν
Μενέλαος, ἐξ οὗ Τρωικὴν εἷλε χθόνα,
Ἑλένη τε θάψει· Πρωτέως γὰρ ἐκ δόμων
ἥκει λιποῦσʼ Αἴγυπτον οὐδʼ ἦλθεν Φρύγας·
Ζεὺς δʼ, ὡς ἔρις γένοιτο καὶ φόνος βροτῶν,
εἴδωλον Ἑλένης ἐξέπεμψʼ ἐς Ἴλιον.
Πυλάδης μὲν οὖν κόρην τε καὶ δάμαρτʼ ἔχων
Ἀχαιίδος γῆς οἴκαδʼ ἐσπορευέτω,
καὶ τὸν λόγῳ σὸν πενθερὸν κομιζέτω
Φωκέων ἐς αἶαν καὶ δότω πλούτου βάρος·
σὺ δʼ Ἰσθμίας γῆς αὐχένʼ ἐμβαίνω ποδὶ
χώρει πρὸς ὄχθον Κεκροπίας εὐδαίμονα.
πεπρωμένην γὰρ μοῖραν ἐκπλήσας φόνου
εὐδαιμονήσεις τῶνδʼ ἀπαλλαχθεὶς πόνων.