Ancient Greek · ~7 min
Episode 11
Euripides, Ἠλέκτρα 11.2
Not analysed yet
ὦ παῖδε Διός, θέμις ἐς φθογγὰς
τὰς ὑμετέρας ἡμῖν πελάθειν;
θέμις, οὐ μυσαραῖς τοῖσδε σφαγίοις.
κἀμοὶ μύθου μέτα, Τυνδαρίδαι;
καὶ σοί· Φοίβῳ τήνδʼ ἀναθήσω
πρᾶξιν φονίαν.
πῶς ὄντε θεὼ τῆσδέ τʼ ἀδελφὼ
τῆς καπφθιμένης
οὐκ ἠρκέσατον κῆρας μελάθροις;
μοῖρά τʼ ἀνάγκης ἦγʼ ἐς τὸ χρεών,
Φοίβου τʼ ἄσοφοι γλώσσης ἐνοπαί.
τίς δʼ ἔμʼ Ἀπόλλων, ποῖοι χρησμοὶ
φονίαν ἔδοσαν μητρὶ γενέσθαι;
κοιναὶ πράξεις, κοινοὶ δὲ πότμοι,
μία δʼ ἀμφοτέρους
ἄτη πατέρων διέκναισεν.
ὦ σύγγονέ μοι, χρονίαν σʼ ἐσιδὼν
τῶν σῶν εὐθὺς φίλτρων στέρομαι
καὶ σʼ ἀπολείψω σοῦ λειπόμενος.
πόσις ἔστʼ αὐτῇ καὶ δόμος· οὐχ ἥδʼ
οἰκτρὰ πέπονθεν, πλὴν ὅτι λείπει
πόλιν Ἀργείων.
καὶ τίνες ἄλλαι στοναχαὶ μείζους
ἢ γῆς πατρίας ὅρον ἐκλείπειν;
ἀλλʼ ἐγὼ οἴκων ἔξειμι πατρὸς
καὶ ἐπʼ ἀλλοτρίαις ψήφοισι φόνον
μητρὸς ὑφέξω.
θάρσει· Παλλάδος
ὁσίαν ἥξεις πόλιν· ἀλλʼ ἀνέχου.
περί μοι στέρνοις στέρνα πρόσαψον,
σύγγονε φίλτατε·
διὰ γὰρ ζευγνῦσʼ ἡμᾶς πατρίων
μελάθρων μητρὸς φόνιοι κατάραι.
βάλε, πρόσπτυξον σῶμα· θανόντος δʼ
ὡς ἐπὶ τύμβῳ καταθρήνησον.
φεῦ φεῦ· δεινὸν τόδʼ ἐγηρύσω
καὶ θεοῖσι κλύειν.
ἔνι γὰρ κἀμοὶ τοῖς τʼ οὐρανίδαις
οἶκτοι θνητῶν πολυμόχθων.
οὐκέτι σʼ ὄψομαι.
οὐδʼ ἐγὼ ἐς σὸν βλέφαρον πελάσω.
τάδε λοίσθιά μοι προσφθέγματά σου.
ὦ χαῖρε, πόλις·
χαίρετε δʼ ὑμεῖς πολλά, πολίτιδες.
ὦ πιστοτάτη, στείχεις ἤδη;
στείχω βλέφαρον τέγγουσʼ ἁπαλόν.
Πυλάδη, χαίρων ἴθι, νυμφεύου
δέμας Ἠλέκτρας.
τοῖσδε μελήσει γάμος· ἀλλὰ κύνας
τάσδʼ ὑποφεύγων στεῖχʼ ἐπʼ Ἀθηνῶν·
δεινὸν γὰρ ἴχνος βάλλουσʼ ἐπὶ σοὶ
χειροδράκοντες χρῶτα κελαιναί,
δεινῶν ὀδυνῶν καρπὸν ἔχουσαι·
νὼ δʼ ἐπὶ πόντον Σικελὸν σπουδῇ
σῴσοντε νεῶν πρῴρας ἐνάλους.
διὰ δʼ αἰθερίας στείχοντε πλακὸς
τοῖς μὲν μυσαροῖς οὐκ ἐπαρήγομεν,
οἷσιν δʼ ὅσιον καὶ τὸ δίκαιον
φίλον ἐν βιότῳ, τούτους χαλεπῶν
ἐκλύοντες μόχθων σῴζομεν.
οὕτως ἀδικεῖν μηδεὶς θελέτω
μηδʼ ἐπιόρκων μέτα συμπλείτω·
θεὸς ὢν θνητοῖς ἀγορεύω.
χαίρετε· χαίρειν δʼ ὅστις δύναται
καὶ ξυντυχίᾳ μή τινι κάμνει
θνητῶν, εὐδαίμονα πράσσει.