Ancient Greek · ~7 min
Episode 3, lines 3.256-3.296
Euripides, Ἠλέκτρα 3.256-296
Not analysed yet
ἅγνευμʼ ἔχων τι θεῖον ἤ σʼ ἀπαξιῶν;
γονέας ὑβρίζειν τοὺς ἐμοὺς οὐκ ἠξίου.
καὶ πῶς γάμον τοιοῦτον οὐχ ἥσθη λαβών;
οὐ κύριον τὸν δόντα μʼ ἡγεῖται, ξένε.
ξυνῆκʼ· Ὀρέστῃ μή ποτʼ ἐκτείσῃ δίκην.
τοῦτʼ αὐτὸ ταρβῶν, πρὸς δὲ καὶ σώφρων ἔφυ.
φεῦ·
γενναῖον ἄνδρʼ ἔλεξας, εὖ τε δραστέον.
εἰ δή ποθʼ ἥξει γʼ ἐς δόμους ὁ νῦν ἀπών.
μήτηρ δέ σʼ ἡ τεκοῦσα ταῦτʼ ἠνέσχετο;
γυναῖκες ἀνδρῶν, ὦ ξένʼ, οὐ παίδων φίλαι.
τίνος δέ σʼ οὕνεχʼ ὕβρισʼ Αἴγισθος τάδε;
τεκεῖν μʼ ἐβούλετʼ ἀσθενῆ, τοιῷδε δούς.
ὡς δῆθε παῖδας μὴ τέκοις ποινάτορας;
τοιαῦτʼ ἐβούλευσʼ· ὧν ἐμοὶ δοίη δίκην.
οἶδεν δέ σʼ οὖσαν παρθένον μητρὸς πόσις;
οὐκ οἶδε· σιγῇ τοῦθʼ ὑφαιρούμεσθά νιν.
αἵδʼ οὖν φίλαι σοι τούσδʼ ἀκούουσιν λόγους;
ὥστε στέγειν γε τἀμὰ καὶ σʼ ἔπη καλῶς.
τί δῆτʼ Ὀρέστης πρὸς τόδʼ, Ἄργος ἢν μόλῃ;
ἤρου τόδʼ; αἰσχρόν γʼ εἶπας· οὐ γὰρ νῦν ἀκμή;
ἐλθὼν δὲ δὴ πῶς φονέας ἂν κτάνοι πατρός;
τολμῶν ὑπʼ ἐχθρῶν οἷʼ ἐτολμήθη πατήρ.
ἦ καὶ μετʼ αὐτοῦ μητέρʼ ἂν τλαίης κτανεῖν;
ταὐτῷ γε πελέκει τῷ πατὴρ ἀπώλετο.
λέγω τάδʼ αὐτῷ, καὶ βέβαια τἀπὸ σοῦ;
θάνοιμι μητρὸς αἷμʼ ἐπισφάξασʼ ἐμῆς.
φεῦ·
εἴθʼ ἦν Ὀρέστης πλησίον κλύων τάδε.
ἀλλʼ, ὦ ξένʼ, οὐ γνοίην ἂν εἰσιδοῦσά νιν.
νέα γάρ, οὐδὲν θαῦμʼ, ἀπεζεύχθης νέου.
εἷς ἂν μόνος νιν τῶν ἐμῶν γνοίη φίλων.
ἆρʼ ὃν λέγουσιν αὐτὸν ἐκκλέψαι φόνου;
πατρός γε παιδαγωγὸς ἀρχαῖος γέρων.
ὁ κατθανὼν δὲ σὸς πατὴρ τύμβου κυρεῖ;
ἔκυρσεν ὡς ἔκυρσεν, ἐκβληθεὶς δόμων.
οἴμοι, τόδʼ οἷον εἶπας· —αἴσθησις γὰρ οὖν
κἀκ τῶν θυραίων πημάτων δάκνει βροτούς.
λέξον δʼ, ἵνʼ εἰδὼς σῷ κασιγνήτῳ φέρω
λόγους ἀτερπεῖς, ἀλλʼ ἀναγκαίους κλύειν.
ἔνεστι δʼ οἶκτος ἀμαθίᾳ μὲν οὐδαμοῦ,
σοφοῖσι δʼ ἀνδρῶν· καὶ γὰρ οὐδʼ ἀζήμιον
γνώμην ἐνεῖναι τοῖς σοφοῖς λίαν σοφήν.