Ancient Greek · ~8 min
Episode 3, lines 3.386-3.431
Euripides, Ἠλέκτρα 3.386-431
Not analysed yet
οἱ γὰρ τοιοῦτοι καὶ πόλεις οἰκοῦσιν εὖ
καὶ δώμαθʼ· αἱ δὲ σάρκες αἱ κεναὶ φρενῶν
ἀγάλματʼ ἀγορᾶς εἰσιν. οὐδὲ γὰρ δόρυ
μᾶλλον βραχίων σθεναρὸς ἀσθενοῦς μένει·
ἐν τῇ φύσει δὲ τοῦτο κἀν εὐψυχίᾳ.
ἀλλʼ —ἄξιος γὰρ ὅ τε παρὼν ὅ τʼ οὐ παρὼν
Ἀγαμέμνονος παῖς, οὗπερ οὕνεχʼ ἥκομεν —
δεξώμεθʼ οἴκων καταλύσεις. χωρεῖν χρεών,
δμῶες, δόμων τῶνδʼ ἐντός. ὡς ἐμοὶ πένης
εἴη πρόθυμος πλουσίου μᾶλλον ξένος.
αἰνῶ μὲν οὖν τοῦδʼ ἀνδρὸς ἐσδοχὰς δόμων,
ἐβουλόμην δʼ ἄν, εἰ κασίγνητός με σὸς
ἐς εὐτυχοῦντας ἦγεν εὐτυχῶν δόμους.
ἴσως δʼ ἂν ἔλθοι· Λοξίου γὰρ ἔμπεδοι
χρησμοί, βροτῶν δὲ μαντικὴν χαίρειν ἐῶ.
νῦν ἢ πάροιθεν μᾶλλον, Ἠλέκτρα, χαρᾷ
θερμαινόμεσθα καρδίαν· ἴσως γὰρ ἂν
μόλις προβαίνουσʼ ἡ τύχη σταίη καλῶς.
ὦ τλῆμον, εἰδὼς δωμάτων χρείαν σέθεν
τί τούσδʼ ἐδέξω μείζονας σαυτοῦ ξένους;
τί δʼ; εἴπερ εἰσὶν ὡς δοκοῦσιν εὐγενεῖς,
οὐκ ἔν τε μικροῖς ἔν τε μὴ στέρξουσʼ ὁμῶς;
ἐπεί νυν ἐξήμαρτες ἐν σμικροῖσιν ὤν,
ἔλθʼ ὡς παλαιὸν τροφὸν ἐμοῦ φίλον πατρός,
ὃς ἀμφὶ ποταμὸν Τάναον Ἀργείας ὅρους
τέμνοντα γαίας Σπαρτιάτιδός τε γῆς
ποίμναις ὁμαρτεῖ πόλεος ἐκβεβλημένος·
κέλευε δʼ αὐτὸν τῶνδʼ ἐμοὐσαφιγμένων
ἐλθεῖν, ξένων τʼ ἐς δαῖτα πορσῦναί τινα.
ἡσθήσεταί τοι καὶ προσεύξεται θεοῖς,
ζῶντʼ εἰσακούσας παῖδʼ ὃν ἐκσῴζει ποτέ.
οὐ γὰρ πατρῴων ἐκ δόμων μητρὸς πάρα
λάβοιμεν ἄν τι· πικρὰ δʼ ἀγγείλαιμεν ἄν,
εἰ ζῶντʼ Ὀρέστην ἡ τάλαινʼ αἴσθοιτʼ ἔτι.
ἀλλʼ, εἰ δοκεῖ σοι, τούσδʼ ἀπαγγελῶ λόγους
γέροντι· χώρει δʼ ἐς δόμους ὅσον τάχος
καὶ τἄνδον ἐξάρτυε. πολλά τοι γυνὴ
χρῄζουσʼ ἂν εὕροι δαιτὶ προσφορήματα.
ἔστιν δὲ δὴ τοσαῦτά γʼ ἐν δόμοις ἔτι,
ὥσθʼ ἕν γʼ ἐπʼ ἦμαρ τούσδε πληρῶσαι βορᾶς.
ἐν τοῖς τοιούτοις δʼ ἡνίκʼ ἂν γνώμης πέσω,
σκοπῶ τὰ χρήμαθʼ ὡς ἔχει μέγα σθένος,
ξένοις τε δοῦναι σῶμά τʼ ἐς νόσους πεσὸν
δαπάναισι σῷσαι· τῆς δʼ ἐφʼ ἡμέραν βορᾶς
ἐς σμικρὸν ἥκει· πᾶς γὰρ ἐμπλησθεὶς ἀνὴρ
ὁ πλούσιός τε χὡ πένης ἴσον φέρει.