Ancient Greek · ~5 min
Choral 4
Euripides, Ἠλέκτρα 4
Not analysed yet
κλειναὶ νᾶες, αἵ ποτʼ ἔβατε Τροίαν
τοῖς ἀμετρήτοις ἐρετμοῖς
πέμπουσαι χοροὺς μετὰ Νηρῄδων,
ἵνʼ ὁ φίλαυλος ἔπαλλε δελ-
φὶς πρῴραις κυανεμβόλοι-
σιν εἱλισσόμενος,
πορεύων τὸν τᾶς Θέτιδος
κοῦφον ἅλμα ποδῶν Ἀχιλῆ
σὺν Ἀγαμέμνονι Τρωίας
ἐπὶ Σιμουντίδας ἀκτάς.
Νηρῇδες δʼ Εὐβοῖδας ἄκρας λιποῦσαι
μόχθους ἀσπιστὰς ἀκμόνων
Ἡφαίστου χρυσέων ἔφερον τευχέων,
ἀνά τε Πήλιον ἀνά τε πρυ-
μνὰς Ὄσσας ἱερᾶς νάπας
Νυμφαίας σκοπιὰς
κόρας μάτευσʼ, ἔνθα πατὴρ
ἱππότας τρέφεν Ἑλλάδι φῶς
Θέτιδος εἰνάλιον γόνον
ταχύπορον πόδʼ Ἀτρείδαις.
Ἰλιόθεν δʼ ἔκλυόν τινος ἐν λιμέσιν
Ναυπλίοισι βεβῶτος
τᾶς σᾶς, ὦ Θέτιδος παῖ,
κλεινᾶς ἀσπίδος ἐν κύκλῳ
τοιάδε σήματα, δείματα
Φρύγια, τετύχθαι·
περιδρόμῳ μὲν ἴτυος ἕδρᾳ
Περσέα λαιμοτόμαν ὑπὲρ
ἁλὸς ποτανοῖσι πεδί-
λοισι φυὰν Γοργόνος ἴ-
σχειν, Διὸς ἀγγέλῳ σὺν Ἑρ-
μᾷ, τῷ Μαί-
ας ἀγροτῆρι κούρῳ·
ἐν δὲ μέσῳ κατέλαμπε σάκει φαέθων
κύκλος ἀελίοιο
ἵπποις ἂμ πτεροέσσαις
ἄστρων τʼ αἰθέριοι χοροί,
Πλειάδες, Ὑάδες, Ἕκτορος
ὄμμασι τροπαῖοι·
ἐπὶ δὲ χρυσοτύπῳ κράνει
Σφίγγες ὄνυξιν ἀοίδιμον
ἄγραν φέρουσαι· περιπλεύ-
ρῳ δὲ κύτει πύρπνοος ἔ-
σπευδε δρόμῳ λέαινα χαλ-
αῖς Πειρη-
ναῖον ὁρῶσα πῶλον.
ἄορι δʼ ἐν φονίῳ τετραβάμονες ἵπποι ἔπαλ-
λον, κελαινὰ δʼ ἀμφὶ νῶθʼ ἵετο κόνις.
τοιῶνδʼ ἄνακτα δοριπόνων
ἔκανεν ἀνδρῶν, Τυνδαρίς,
σὰ λέχεα, κακόφρων κούρα.
τοιγάρ σέ ποτʼ οὐρανίδαι
πέμψουσιν θανάτοις· ἦ σὰν
ἔτʼ ἔτι φόνιον ὑπὸ δέραν
ὄψομαι αἷμα χυθὲν σιδάρῳ.