Ancient Greek · ~7 min
Episode 5, lines 5.1.633-5.1.676
Euripides, Ἠλέκτρα 5.1.633-676
Not analysed yet
δούλων γὰρ ἴδιον τοῦτο, σοὶ δὲ σύμφορον.
πῶς οὖν ἂν αὐτῷ πλησιασθείην ποτέ;
στείχων ὅθεν σε βουθυτῶν ἐσόψεται.
ὁδὸν παρʼ αὐτήν, ὡς ἔοικʼ, ἀγροὺς ἔχει;
ὅθεν γʼ ἰδών σε δαιτὶ κοινωνὸν καλεῖ.
πικρόν γε συνθοινάτορʼ, ἢν θεὸς θέλῃ.
τοὐνθένδε πρὸς τὸ πῖπτον αὐτὸς ἐννόει.
καλῶς ἔλεξας. —ἡ τεκοῦσα δʼ ἐστὶ ποῦ;
Ἄργει· παρέσται δʼ οὖν πόσει θοίνην ἔπι.
τί δʼ οὐχ ἅμʼ ἐξωρμᾶτʼ ἐμὴ μήτηρ πόσει;
ψόγον τρέμουσα δημοτῶν ἐλείπετο.
ξυνῆχʼ· ὕποπτος οὖσα γιγνώσκει πόλει.
τοιαῦτα· μισεῖται γὰρ ἀνόσιος γυνή.
πῶς οὖν ἐκείνην τόνδε τʼ ἐν ταὐτῷ κτενῶ;
ἐγὼ φόνον γε μητρὸς ἐξαρτύσομαι.
καὶ μὴν ἐκεῖνά γʼ ἡ τύχη θήσει καλῶς.
ὑπηρετείτω μὲν δυοῖν ὄντοιν ὅδε.
ἔσται τάδʼ· εὑρίσκεις δὲ μητρὶ πῶς φόνον;
λέγʼ, ὦ γεραιέ, τάδε Κλυταιμήστρᾳ μολών·
λεχώ μʼ ἀπάγγελλʼ οὖσαν ἄρσενος τόκῳ.
πότερα πάλαι τεκοῦσαν ἢ νεωστὶ δή;
δέχʼ ἡλίους, ἐν οἷσιν ἁγνεύει λεχώ.
καὶ δὴ τί τοῦτο μητρὶ προσβάλλει φόνον;
ἥξει κλύουσα λόχιά μου νοσήματα.
πόθεν; τί δʼ αὐτῇ σοῦ μέλειν δοκεῖς, τέκνον;
ναί· καὶ δακρύσει γʼ ἀξίωμʼ ἐμῶν τόκων.
ἴσως· πάλιν τοι μῦθον ἐς καμπὴν ἄγε.
ἐλθοῦσα μέντοι δῆλον ὡς ἀπόλλυται.
καὶ μὴν ἐπʼ αὐτάς γʼ εἶσι σῶν δόμων πύλας.
οὐκοῦν τραπέσθαι σμικρὸν εἰς Ἅιδου τόδε;
εἰ γὰρ θάνοιμι τοῦτʼ ἰδὼν ἐγώ ποτε.
πρώτιστα μέν νυν τῷδʼ ὑφήγησαι, γέρον —
Αἴγισθος ἔνθα νῦν θυηπολεῖ θεοῖς;
ἔπειτʼ ἀπαντῶν μητρὶ τἀπʼ ἐμοῦ φράσον.
ὥστʼ αὐτά γʼ ἐκ σοῦ στόματος εἰρῆσθαι δοκεῖν.
σὸν ἔργον ἤδη· πρόσθεν εἴληχας φόνου.
στείχοιμʼ ἄν, εἴ τις ἡγεμὼν γίγνοιθʼ ὁδοῦ.
καὶ μὴν ἐγὼ πέμποιμʼ ἂν οὐκ ἀκουσίως.
ὦ Ζεῦ Πατρῷε, καὶ Τροπαῖʼ ἐχθρῶν γενοῦ —
οἴκτιρέ θʼ ἡμᾶς· οἰκτρὰ γὰρ πεπόνθαμεν —
οἴκτιρε δῆτα σούς γε φύντας ἐκγόνους.
Ἥρα τε, βωμῶν ἣ Μυκηναίων κρατεῖς —
νίκην δὸς ἡμῖν, εἰ δίκαιʼ αἰτούμεθα.
δὸς δῆτα πατρὸς τοῖσδε τιμωρὸν δίκην.