Ancient Greek · ~4 min
Episode 5, lines 5.1.677-5.1.698
Euripides, Ἠλέκτρα 5.1.677-698
Not analysed yet
σύ τʼ, ὦ κάτω γῆς ἀνοσίως οἰκῶν πάτερ —
καὶ Γαῖʼ ἄνασσα, χεῖρας ᾗ δίδωμʼ ἐμὰς —
ἄμυνʼ ἄμυνε τοῖσδε φιλτάτοις τέκνοις.
νῦν πάντα νεκρὸν ἐλθὲ σύμμαχον λαβών.
οἵπερ γε σὺν σοὶ Φρύγας ἀνήλωσαν δορὶ —
χὥσοι στυγοῦσιν ἀνοσίους μιάστορας.
ἤκουσας, ὦ δείνʼ ἐξ ἐμῆς μητρὸς παθών;
πάντʼ, οἶδʼ, ἀκούει τάδε πατήρ· στείχειν δʼ ἀκμή.
καί σοι προφωνῶ πρὸς τάδʼ Αἴγισθον θανεῖν·
ὡς εἰ παλαισθεὶς πτῶμα θανάσιμον πεσῇ,
τέθνηκα κἀγώ, μηδέ με ζῶσαν λέγε·
παίσω γὰρ ἧπαρ τοὐμὸν ἀμφήκει ξίφει.
δόμων ἔσω βᾶσʼ εὐτρεπὲς ποήσομαι.
ὡς ἢν μὲν ἔλθῃ πύστις εὐτυχὴς σέθεν,
ὀλολύξεται πᾶν δῶμα· θνῄσκοντος δέ σου
τἀναντίʼ ἔσται τῶνδε· ταῦτά σοι λέγω.
πάντʼ οἶδα.
πρὸς τάδʼ ἄνδρα γίγνεσθαί σε χρή.
ὑμεῖς δέ μοι, γυναῖκες, εὖ πυρσεύετε
κραυγὴν ἀγῶνος τοῦδε· φρουρήσω δʼ ἐγὼ
πρόχειρον ἔγχος χειρὶ βαστάζουσʼ ἐμῇ.
οὐ γάρ ποτʼ ἐχθροῖς τοῖς ἐμοῖς νικωμένη
δίκην ὑφέξω, σῶμʼ ἐμὸν καθυβρίσαι.