Ancient Greek · ~8 min
Episode 7, lines 7.793-7.843
Euripides, Ἠλέκτρα 7.793-843
Not analysed yet
ἀλλʼ εἶπʼ Ὀρέστης· Ἀρτίως ἡγνίσμεθα
λουτροῖσι καθαροῖς ποταμίων ῥείθρων ἄπο.
εἰ δὲ ξένους ἀστοῖσι συνθύειν χρεών,
Αἴγισθʼ, ἕτοιμοι κοὐκ ἀπαρνούμεσθʼ, ἄναξ.
τοῦτον μὲν οὖν μεθεῖσαν ἐκ μέσου λόγον·
λόγχας δὲ θέντες δεσπότου φρουρήματα
δμῶες πρὸς ἔργον πάντες ἵεσαν χέρας·
οἳ μὲν σφαγεῖον ἔφερον, οἳ δʼ ᾖρον κανᾶ,
ἄλλοι δὲ πῦρ ἀνῆπτον ἀμφί τʼ ἐσχάρας
λέβητας ὤρθουν· πᾶσα δʼ ἐκτύπει στέγη.
λαβὼν δὲ προχύτας μητρὸς εὐνέτης σέθεν
ἔβαλλε βωμούς, τοιάδʼ ἐννέπων ἔπη·
νύμφαι πετραῖαι, πολλάκις με βουθυτεῖν
καὶ τὴν κατʼ οἴκους Τυνδαρίδα δάμαρτʼ ἐμὴν
πράσσοντας ὡς νῦν, τοὺς δʼ ἐμοὺς ἐχθροὺς κακῶς
—λέγων Ὀρέστην καὶ σέ. δεσπότης δʼ ἐμὸς
τἀναντίʼ ηὔχετʼ, οὐ γεγωνίσκων λόγους,
λαβεῖν πατρῷα δώματʼ. ἐκ κανοῦ δʼ ἑλὼν
Αἴγισθος ὀρθὴν σφαγίδα, μοσχείαν τρίχα
τεμὼν ἐφʼ ἁγνὸν πῦρ ἔθηκε δεξιᾷ,
κἄσφαξʼ ἐπʼ ὤμων μόσχον ὡς ἦραν χεροῖν
δμῶες, λέγει δὲ σῷ κασιγνήτῳ τάδε·
Ἐκ τῶν καλῶν κομποῦσι τοῖσι Θεσσαλοῖς
εἶναι τόδʼ, ὅστις ταῦρον ἀρταμεῖ καλῶς
ἵππους τʼ ὀχμάζει· λαβὲ σίδηρον, ὦ ξένε,
δεῖξόν τε φήμην ἔτυμον ἀμφὶ Θεσσαλῶν.
ὁ δʼ εὐκρότητον Δωρίδʼ ἁρπάσας χεροῖν,
ῥίψας ἀπʼ ὤμων εὐπρεπῆ πορπάματα,
Πυλάδην μὲν εἵλετʼ ἐν πόνοις ὑπηρέτην,
δμῶας δʼ ἀπωθεῖ· καὶ λαβὼν μόσχου πόδα,
λευκὰς ἐγύμνου σάρκας ἐκτείνων χέρα·
θᾶσσον δὲ βύρσαν ἐξέδειρεν ἢ δρομεὺς
δισσοὺς διαύλους ἱππίους διήνυσε,
κἀνεῖτο λαγόνας. ἱερὰ δʼ ἐς χεῖρας λαβὼν
Αἴγισθος ἤθρει. καὶ λοβὸς μὲν οὐ προσῆν
σπλάγχνοις, πύλαι δὲ καὶ δοχαὶ χολῆς πέλας
κακὰς ἔφαινον τῷ σκοποῦντι προσβολάς.
χὣ μὲν σκυθράζει, δεσπότης δʼ ἀνιστορεῖ·
τί χρῆμʼ ἀθυμεῖς; —ὦ ξένʼ, ὀρρωδῶ τινα
δόλον θυραῖον. ἔστι δʼ ἔχθιστος βροτῶν
Ἀγαμέμνονος παῖς πολέμιός τʼ ἐμοῖς δόμοις·
ὃ δʼ εἶπε· φυγάδος δῆτα δειμαίνεις δόλον,
πόλεως ἀνάσσων; οὐχ, ὅπως παστήρια
θοινασόμεσθα, Φθιάδʼ ἀντὶ Δωρικῆς
οἴσει τις ἡμῖν κοπίδʼ, ἀπορρήξω χέλυν;
λαβὼν δὲ κόπτει. σπλάγχνα δʼ Αἴγισθος λαβὼν
ἤθρει διαιρῶν. τοῦ δὲ νεύοντος κάτω
ὄνυχας ἐπʼ ἄκρους στὰς κασίγνητος σέθεν
ἐς σφονδύλους ἔπαισε, νωτιαῖα δὲ
ἔρρηξεν ἄρθρα· πᾶν δὲ σῶμʼ ἄνω κάτω
ἤσπαιρεν ἠλάλαζε δυσθνῄσκων φόνῳ.