Ancient Greek · ~7 min
Episode 7, lines 7.747-7.792
Euripides, Ἠλέκτρα 7.747-792
Not analysed yet
ἔα ἔα·
φίλαι, βοῆς ἠκούσατʼ —ἢ δοκὼ κενὴ
ὑπῆλθέ μʼ; —ὥστε νερτέρα βροντὴ Διός;
ἰδού, τάδʼ οὐκ ἄσημα πνεύματʼ αἴρεται·
δέσποινʼ, ἄμειψον δώματʼ, Ἠλέκτρα, τάδε.
φίλαι, τί χρῆμα; πῶς ἀγῶνος ἥκομεν;
οὐκ οἶδα πλὴν ἕν· φόνιον οἰμωγὴν κλύω.
ἤκουσα κἀγώ, τηλόθεν μέν, ἀλλʼ ὅμως.
μακρὰν γὰρ ἕρπει γῆρυς, ἐμφανής γε μήν.
Ἀργεῖος ὁ στεναγμός· ἦ φίλων ἐμῶν;
οὐκ οἶδα· πᾶν γὰρ μείγνυται μέλος βοῆς.
σφαγὴν ἀυτεῖς τήνδε μοι· τί μέλλομεν;
ἔπισχε, τρανῶς ὡς μάθῃς τύχας σέθεν.
οὐκ ἔστι· νικώμεσθα· ποῦ γὰρ ἄγγελοι;
ἥξουσιν· οὔτοι βασιλέα φαῦλον κτανεῖν.
ὦ καλλίνικοι παρθένοι Μυκηνίδες,
νικῶντʼ Ὀρέστην πᾶσιν ἀγγέλλω φίλοις,
Ἀγαμέμνονος δὲ φονέα κείμενον πέδῳ
Αἴγισθον· ἀλλὰ θεοῖσιν εὔχεσθαι χρεών.
τίς δʼ εἶ σύ; πῶς μοι πιστὰ σημαίνεις τάδε;
οὐκ οἶσθʼ ἀδελφοῦ μʼ εἰσορῶσα πρόσπολον;
ὦ φίλτατʼ, ἔκ τοι δείματος δυσγνωσίαν
εἶχον προσώπου· νῦν δὲ γιγνώσκω σε δή.
τί φῄς; τέθνηκε πατρὸς ἐμοῦ στυγνὸς φονεύς;
τέθνηκε· δίς σοι ταὔθʼ, ἃ γοῦν βούλῃ, λέγω.
ὦ θεοί, Δίκη τε πάνθʼ ὁρῶσʼ, ἦλθές ποτε.
ποίῳ τρόπῳ δὲ καὶ τίνι ῥυθμῷ φόνου
κτείνει Θυέστου παῖδα; βούλομαι μαθεῖν.
ἐπεὶ μελάθρων τῶνδʼ ἀπήραμεν πόδα,
ἐσβάντες ᾖμεν δίκροτον εἰς ἁμαξιτὸν
ἔνθʼ ἦν ὁ κλεινὸς τῶν Μυκηναίων ἄναξ.
κυρεῖ δὲ κήποις ἐν καταρρύτοις βεβώς,
δρέπων τερείνης μυρσίνης κάρᾳ πλόκους·
ἰδών τʼ ἀυτεῖ· Χαίρετʼ, ὦ ξένοι· τίνες
πόθεν πορεύεσθʼ; ἔστε τʼ ἐκ ποίας χθονός;
ὁ δʼ εἶπʼ Ὀρέστης· Θεσσαλοί· πρὸς δʼ Ἀλφεὸν
θύσοντες ἐρχόμεσθʼ Ὀλυμπίῳ Διί.
κλύων δὲ ταῦτʼ Αἴγισθος ἐννέπει τάδε·
νῦν μὲν παρʼ ἡμῖν χρὴ συνεστίους ἐμοὶ
θοίνης γενέσθαι· τυγχάνω δὲ βουθυτῶν
νύμφαις· ἑῷοι δʼ ἐξαναστάντες λέχους
ἐς ταὐτὸν ἥξετʼ. ἀλλʼ ἴωμεν ἐς δόμους —
καὶ ταῦθʼ ἅμʼ ἠγόρευε καὶ χερὸς λαβὼν
παρῆγεν ἡμᾶς —οὐδʼ ἀπαρνεῖσθαι χρεών·
λούτρʼ ὡς τάχιστα τοῖς ξένοις τις αἰρέτω,
ὡς ἀμφὶ βωμὸν στῶσι χερνίβων πέλας.