Ancient Greek · ~7 min
Episode 9, lines 9.1.988a-9.1.1038
Euripides, Ἠλέκτρα 9.1.988a-1038
Not analysed yet
βασίλεια γύναι χθονὸς Ἀργείας,
παῖ Τυνδάρεω,
καὶ τοῖν ἀγαθοῖν ξύγγονε κούροιν
Διός, οἳ φλογερὰν αἰθέρʼ ἐν ἄστροις
ναίουσι, βροτῶν ἐν ἁλὸς ῥοθίοις
τιμὰς σωτῆρας ἔχοντες·
χαῖρε, σεβίζω σʼ ἴσα καὶ μάκαρας
πλούτου μεγάλης τʼ εὐδαιμονίας.
τὰς σὰς δὲ τύχας θεραπεύεσθαι
καιρός. χαῖρʼ, ὦ βασίλεια.
ἔκβητʼ ἀπήνης, Τρῳάδες, χειρὸς δʼ ἐμῆς
λάβεσθʼ, ἵνʼ ἔξω τοῦδʼ ὄχου στήσω πόδα.
σκύλοισι μὲν γὰρ θεῶν κεκόσμηνται δόμοι
Φρυγίοις, ἐγὼ δὲ τάσδε, Τρῳάδος χθονὸς
ἐξαίρετʼ, ἀντὶ παιδὸς ἣν ἀπώλεσα
σμικρὸν γέρας, καλὸν δὲ κέκτημαι δόμοις.
οὔκουν ἐγώ —δούλη γὰρ ἐκβεβλημένη
δόμων πατρῴων δυστυχεῖς οἰκῶ δόμους —
μῆτερ, λάβωμαι μακαρίας τῆς σῆς χερός;
δοῦλαι πάρεισιν αἵδε, μὴ σύ μοι πόνει.
τί δʼ; αἰχμάλωτόν τοί μʼ ἀπῴκισας δόμων,
ᾑρημένων δὲ δωμάτων ᾑρήμεθα,
ὡς αἵδε, πατρὸς ὀρφαναὶ λελειμμέναι.
τοιαῦτα μέντοι σὸς πατὴρ βουλεύματα
ἐς οὓς ἐχρῆν ἥκιστʼ ἐβούλευσεν φίλων.
λέξω δὲ καίτοι δόξʼ ὅταν λάβῃ κακὴ
γυναῖκα, γλώσσῃ πικρότης ἔνεστί τις.
ὡς μὲν παρʼ ἡμῖν, οὐ καλῶς· τὸ πρᾶγμα δὲ
μαθόντας, ἢν μὲν ἀξίως μισεῖν ἔχῃ,
στυγεῖν δίκαιον· εἰ δὲ μή, τί δεῖ στυγεῖν;
ἡμᾶς ἔδωκε Τυνδάρεως τῷ σῷ πατρί,
οὐχ ὥστε θνῄσκειν, οὐδʼ ἃ γειναίμην ἐγώ.
κεῖνος δὲ παῖδα τὴν ἐμὴν Ἀχιλλέως
λέκτροισι πείσας ᾤχετʼ ἐκ δόμων ἄγων
πρυμνοῦχον Αὖλιν, ἔνθʼ ὑπερτείνας πυρᾶς
λευκὴν διήμησʼ Ἰφιγόνης παρηΐδα.
κεἰ μὲν πόλεως ἅλωσιν ἐξιώμενος,
ἢ δῶμʼ ὀνήσων τἄλλα τʼ ἐκσῴζων τέκνα,
ἔκτεινε πολλῶν μίαν ὕπερ, συγγνώστʼ ἂν ἦν·
νῦν δʼ οὕνεχʼ Ἑλένη μάργος ἦν ὅ τʼ αὖ λαβὼν
ἄλοχον κολάζειν προδότιν οὐκ ἠπίστατο,
τούτων ἕκατι παῖδʼ ἐμὴν διώλεσεν.
ἐπὶ τοῖσδε τοίνυν καίπερ ἠδικημένη
οὐκ ἠγριώμην οὐδʼ ἂν ἔκτανον πόσιν·
ἀλλʼ ἦλθʼ ἔχων μοι μαινάδʼ ἔνθεον κόρην
λέκτροις τʼ ἐπεισέφρηκε, καὶ νύμφα δύο
ἐν τοῖσιν αὐτοῖς δώμασιν κατείχομεν.
μῶρον μὲν οὖν γυναῖκες, οὐκ ἄλλως λέγω·
ὅταν δʼ, ὑπόντος τοῦδʼ, ἁμαρτάνῃ πόσις
τἄνδον παρώσας λέκτρα, μιμεῖσθαι θέλει
γυνὴ τὸν ἄνδρα χἅτερον κτᾶσθαι φίλον.