Ancient Greek · ~7 min
Episode 9, lines 9.1.1039-9.1.1082
Euripides, Ἠλέκτρα 9.1.1039-1082
Not analysed yet
κἄπειτʼ ἐν ἡμῖν ὁ ψόγος λαμπρύνεται,
οἱ δʼ αἴτιοι τῶνδʼ οὐ κλύουσʼ ἄνδρες κακῶς.
εἰ δʼ ἐκ δόμων ἥρπαστο Μενέλεως λάθρᾳ,
κτανεῖν μʼ Ὀρέστην χρῆν, κασιγνήτης πόσιν
Μενέλαον ὡς σώσαιμι; σὸς δὲ πῶς πατὴρ
ἠνέσχετʼ ἂν ταῦτʼ; εἶτα τὸν μὲν οὐ θανεῖν
κτείνοντα χρῆν τἄμʼ, ἐμὲ δὲ πρὸς κείνου παθεῖν;
ἔκτεινʼ, ἐτρέφθην ἥνπερ ἦν πορεύσιμον
πρὸς τοὺς ἐκείνῳ πολεμίους. φίλων γὰρ ἂν
τίς ἂν πατρὸς σοῦ φόνον ἐκοινώνησέ μοι;
λέγʼ, εἴ τι χρῄζεις, κἀντίθες παρρησίᾳ,
ὅπως τέθνηκε σὸς πατὴρ οὐκ ἐνδίκως.
δίκαιʼ ἔλεξας· ἡ δίκη δʼ αἰσχρῶς ἔχει.
γυναῖκα γὰρ χρὴ πάντα συγχωρεῖν πόσει,
ἥτις φρενήρης· ᾗ δὲ μὴ δοκεῖ τάδε,
οὐδʼ εἰς ἀριθμὸν τῶν ἐμῶν ἥκει λόγων.
μέμνησο, μῆτερ, οὓς ἔλεξας ὑστάτους
λόγους, διδοῦσα πρὸς σέ μοι παρρησίαν.
καὶ νῦν γέ φημι κοὐκ ἀπαρνοῦμαι, τέκνον.
ἆρα κλύουσα, μῆτερ, εἶτʼ ἔρξεις κακῶς;
οὐκ ἔστι, τῇ σῇ δʼ ἡδὺ προσθήσω φρενί.
λέγοιμʼ ἄν· ἀρχὴ δʼ ἥδε μοι προοιμίου·
εἴθʼ εἶχες, ὦ τεκοῦσα, βελτίους φρένας.
τὸ μὲν γὰρ εἶδος αἶνον ἄξιον φέρειν
Ἑλένης τε καὶ σοῦ, δύο δʼ ἔφυτε συγγόνω,
ἄμφω ματαίω Κάστορός τʼ οὐκ ἀξίω.
ἣ μὲν γὰρ ἁρπασθεῖσʼ ἑκοῦσʼ ἀπώλετο,
σὺ δʼ ἄνδρʼ ἄριστον Ἑλλάδος διώλεσας,
σκῆψιν προτείνουσʼ, ὡς ὑπὲρ τέκνου πόσιν
ἔκτεινας· οὐ γάρ σʼ ὡς ἔγωγʼ ἴσασιν εὖ.
ἥτις, θυγατρὸς πρὶν κεκυρῶσθαι σφαγάς,
νέον τʼ ἀπʼ οἴκων ἀνδρὸς ἐξωρμημένου,
ξανθὸν κατόπτρῳ πλόκαμον ἐξήσκεις κόμης.
γυνὴ δʼ, ἀπόντος ἀνδρός ἥτις ἐκ δόμων
ἐς κάλλος ἀσκεῖ, διάγραφʼ ὡς οὖσαν κακήν.
οὐδὲν γὰρ αὐτὴν δεῖ θύρασιν εὐπρεπὲς
φαίνειν πρόσωπον, ἤν τι μὴ ζητῇ κακόν.
μόνη δὲ πασῶν οἶδʼ ἐγὼ σʼ Ἑλληνίδων,
εἰ μὲν τὰ Τρώων εὐτυχοῖ, κεχαρμένην,
εἰ δʼ ἥσσονʼ εἴη, συννεφοῦσαν ὄμματα,
Ἀγαμέμνονʼ οὐ χρῄζουσαν ἐκ Τροίας μολεῖν.
καίτοι καλῶς γε σωφρονεῖν παρεῖχέ σοι·
ἄνδρʼ εἶχες οὐ κακίονʼ Αἰγίσθου πόσιν,
ὃν Ἑλλὰς αὑτῆς εἵλετο στρατηλάτην·