Ancient Greek · ~7 min
Episode 1, lines 1.1-1.48
Euripides, Ἑλένη 1.1-48
Not analysed yet
Νείλου μὲν αἵδε καλλιπάρθενοι ῥοαί,
ὃς ἀντὶ δίας ψακάδος Αἰγύπτου πέδον
λευκῆς τακείσης χιόνος ὑγραίνει γύας.
Πρωτεὺς δʼ ὅτʼ ἔζη τῆσδε γῆς τύραννος ἦν,
Φάρον μὲν οἰκῶν νῆσον, Αἰγύπτου δʼ ἄναξ,
ὃς τῶν κατʼ οἶδμα παρθένων μίαν γαμεῖ,
Ψαμάθην, ἐπειδὴ λέκτρʼ ἀφῆκεν Αἰακοῦ.
τίκτει δὲ τέκνα δισσὰ τοῖσδε δώμασι,
Θεοκλύμενον ἄρσενʼ
εὐγενῆ τε παρθένον
Εἰδώ, τὸ μητρὸς ἀγλάισμʼ, ὅτʼ ἦν βρέφος·
ἐπεὶ δʼ ἐς ἥβην ἦλθεν ὡραίαν γάμων,
καλοῦσιν αὐτὴν Θεονόην· τὰ θεῖα γὰρ
τά τʼ ὄντα καὶ μέλλοντα πάντʼ ἠπίστατο,
προγόνου λαβοῦσα Νηρέως τιμὰς πάρα.
ἡμῖν δὲ γῆ μὲν πατρὶς οὐκ ἀνώνυμος
Σπάρτη, πατὴρ δὲ Τυνδάρεως· ἔστιν δὲ δὴ
λόγος τις ὡς Ζεὺς μητέρʼ ἔπτατʼ εἰς ἐμὴν
Λήδαν κύκνου μορφώματʼ ὄρνιθος λαβών,
ὃς δόλιον εὐνὴν ἐξέπραξʼ ὑπʼ αἰετοῦ
δίωγμα φεύγων, εἰ σαφὴς οὗτος λόγος·
Ἑλένη δʼ ἐκλήθην. ἃ δὲ πεπόνθαμεν κακὰ
λέγοιμʼ ἄν. ἦλθον τρεῖς θεαὶ κάλλους πέρι
Ἰδαῖον ἐς κευθμῶνʼ Ἀλέξανδρον πάρα,
Ἥρα Κύπρις τε διογενής τε παρθένος,
μορφῆς θέλουσαι διαπεράνασθαι κρίσιν.
τοὐμὸν δὲ κάλλος, εἰ καλὸν τὸ δυστυχές,
Κύπρις προτείνασʼ ὡς Ἀλέξανδρος γαμεῖ,
νικᾷ. λιπὼν δὲ βούσταθμʼ Ἰδαῖος Πάρις
Σπάρτην ἀφίκεθʼ ὡς ἐμὸν σχήσων λέχος.
Ἥρα δὲ μεμφθεῖσʼ οὕνεκʼ οὐ νικᾷ θεάς,
ἐξηνέμωσε τἄμʼ Ἀλεξάνδρῳ λέχη,
δίδωσι δʼ οὐκ ἔμʼ, ἀλλʼ ὁμοιώσασʼ ἐμοὶ
εἴδωλον ἔμπνουν οὐρανοῦ ξυνθεῖσʼ ἄπο,
Πριάμου τυράννου παιδί· καὶ δοκεῖ μʼ ἔχειν —
κενὴν δόκησιν, οὐκ ἔχων. τὰ δʼ αὖ Διὸς
βουλεύματʼ ἄλλα τοῖσδε συμβαίνει κακοῖς·
πόλεμον γὰρ εἰσήνεγκεν Ἑλλήνων χθονὶ
καὶ Φρυξὶ δυστήνοισιν, ὡς ὄχλου βροτῶν
πλήθους τε κουφίσειε μητέρα χθόνα
γνωτόν τε θείη τὸν κράτιστον Ἑλλάδος.
Φρυγῶν δʼ ἐς ἀλκὴν προυτέθην ἐγὼ μὲν οὔ,
τὸ δʼ ὄνομα τοὐμόν, ἆθλον Ἕλλησιν δορός.
λαβὼν δέ μʼ Ἑρμῆς ἐν πτυχαῖσιν αἰθέρος
νεφέλῃ καλύψας —οὐ γὰρ ἠμέλησέ μου
Ζεύς —τόνδʼ ἐς οἶκον Πρωτέως ἱδρύσατο,
πάντων προκρίνας σωφρονέστατον βροτῶν,
ἀκέραιον ὡς σῴσαιμι Μενέλεῳ λέχος.