Ancient Greek · ~7 min
Episode 1, lines 1.49-1.91
Euripides, Ἑλένη 1.49-91
Not analysed yet
κἀγὼ μὲν ἐνθάδʼ εἴμʼ, ὁ δʼ ἄθλιος πόσις
στράτευμʼ ἀθροίσας τὰς ἐμὰς ἀναρπαγὰς
θηρᾷ πορευθεὶς Ἰλίου πυργώματα.
ψυχαὶ δὲ πολλαὶ διʼ ἔμʼ ἐπὶ Σκαμανδρίοις
ῥοαῖσιν ἔθανον· ἡ δὲ πάντα τλᾶσʼ ἐγὼ
κατάρατός εἰμι καὶ δοκῶ προδοῦσʼ ἐμὸν
πόσιν συνάψαι πόλεμον Ἕλλησιν μέγαν.
τί δῆτʼ ἔτι ζῶ; θεοῦ τόδʼ εἰσήκουσʼ ἔπος
Ἑρμοῦ, τὸ κλεινὸν ἔτι κατοικήσειν πέδον
Σπάρτης σὺν ἀνδρί, γνόντος ὡς ἐς Ἴλιον
οὐκ ἦλθον, ἵνα μὴ λέκτρʼ ὑποστρώσω τινί.
ἕως μὲν οὖν φῶς ἡλίου τόδʼ ἔβλεπεν
Πρωτεύς, ἄσυλος ἦ γάμων· ἐπεὶ δὲ γῆς
σκότῳ κέκρυπται, παῖς ὁ τοῦ τεθνηκότος
θηρᾷ γαμεῖν με. τὸν πάλαι δʼ ἐγὼ πόσιν
τιμῶσα Πρωτέως μνῆμα προσπίτνω τόδε
ἱκέτις, ἵνʼ ἀνδρὶ τἀμὰ διασῴσῃ λέχη,
ὡς, εἰ καθʼ Ἑλλάδʼ ὄνομα δυσκλεὲς φέρω,
μή μοι τὸ σῶμά γʼ ἐνθάδʼ αἰσχύνην ὄφλῃ.
τίς τῶνδʼ ἐρυμνῶν δωμάτων ἔχει κράτος;
πλούτου γὰρ οἶκος ἄξιος προσεικάσαι,
βασίλειά τʼ ἀμφιβλήματʼ εὔθριγκοί θʼ ἕδραι.
ἔα·
ὦ θεοί, τίνʼ εἶδον ὄψιν; ἐχθίστην ὁρῶ
γυναικὸς εἰκὼ φόνιον, ἥ μʼ ἀπώλεσεν
πάντας τʼ Ἀχαιούς. θεοί σʼ, ὅσον μίμημʼ ἔχεις
Ἑλένης, ἀποπτύσειαν. εἰ δὲ μὴ ʼν ξένῃ
γαίᾳ πόδʼ εἶχον, τῷδʼ ἂν εὐστόχῳ πτερῷ
ἀπόλαυσιν εἰκοῦς ἔθανες ἂν Διὸς κόρης.
τί δʼ, ὦ ταλαίπωρʼ —ὅστις ὤν μʼ ἀπεστράφης
καὶ ταῖς ἐκείνης συμφοραῖς ἐμὲ στυγεῖς;
ἥμαρτον· ὀργῇ δʼ εἶξα μᾶλλον ἤ με χρῆν·
μισεῖ γὰρ Ἑλλὰς πᾶσα τὴν Διὸς κόρην.
σύγγνωθι δʼ ἡμῖν τοῖς λελεγμένοις, γύναι.
τίς δʼ εἶ; πόθεν γῆς τῆσδʼ ἐπεστράφης πέδον;
εἷς τῶν Ἀχαιῶν, ὦ γύναι, τῶν ἀθλίων.
οὐ τἄρα σʼ Ἑλένην εἰ στυγεῖς θαυμαστέον.
ἀτὰρ τίς εἶ πόθεν; τίνος δʼ αὐδᾶν σε χρή;
ὄνομα μὲν ἡμῖν Τεῦκρος, ὁ δὲ φύσας πατὴρ
Τελαμών, Σαλαμὶς δὲ πατρὶς ἡ θρέψασά με.
τί δῆτα Νείλου τούσδʼ ἐπιστρέφῃ γύας;
φυγὰς πατρῴας ἐξελήλαμαι χθονός.
τλήμων ἂν εἴης· τίς δέ σʼ ἐκβάλλει πάτρας;