Ancient Greek · ~7 min
Episode 3, lines 3.6.873-3.6.916
Euripides, Ἑλένη 3.6.873-916
Not analysed yet
Ἑλένη, τί τἀμὰ —πῶς ἔχει —θεσπίσματα;
ἥκει πόσις σοι Μενέλεως ὅδʼ ἐμφανής,
νεῶν στερηθεὶς τοῦ τε σοῦ μιμήματος.
ὦ τλῆμον, οἵους διαφυγὼν ἦλθες πόνους,
οὐδʼ οἶσθα νόστον οἴκαδʼ εἴτʼ αὐτοῦ μενεῖς·
ἔρις γὰρ ἐν θεοῖς σύλλογός τε σοῦ πέρι
ἔσται πάρεδρος Ζηνὶ τῷδʼ ἐν ἤματι.
Ἥρα μέν, ἥ σοι δυσμενὴς πάροιθεν ἦν,
νῦν ἐστιν εὔνους κἀς πάτραν σῷσαι θέλει
ξὺν τῇδʼ, ἵνʼ Ἑλλὰς τοὺς Ἀλεξάνδρου γάμους,
δώρημα Κύπριδος, ψευδονυμφεύτους μάθῃ·
Κύπρις δὲ νόστον σὸν διαφθεῖραι θέλει,
ὡς μὴ ʼξελεγχθῇ μηδὲ πριαμένη φανῇ
τὸ κάλλος, Ἑλένης οὕνεκʼ, ἀνονήτοις γάμοις.
τέλος δʼ ἐφʼ ἡμῖν, εἴθʼ, ἃ βούλεται Κύπρις,
λέξασʼ ἀδελφῷ σʼ ἐνθάδʼ ὄντα διολέσω,
εἴτʼ αὖ μεθʼ Ἥρας στᾶσα σὸν σώσω βίον,
κρύψασʼ ὁμαίμονʼ, ὅς με προστάσσει τάδε
εἰπεῖν, ὅταν γῆν τήνδε νοστήσας τύχῃς
τίς εἶσʼ ἀδελφῷ τόνδε σημανῶν ἐμῷ
παρόνθʼ, ὅπως ἂν τοὐμὸν ἀσφαλῶς ἔχῃ;
ὦ παρθένʼ, ἱκέτις ἀμφὶ σὸν πίτνω γόνυ
καὶ προσκαθίζω θᾶκον οὐκ εὐδαίμονα
ὑπέρ τʼ ἐμαυτῆς τοῦδέ θʼ, ὃν μόλις ποτὲ
λαβοῦσʼ ἐπʼ ἀκμῆς εἰμι κατθανόντʼ ἰδεῖν·
μή μοι κατείπῃς σῷ κασιγνήτῳ πόσιν
τόνδʼ εἰς ἐμὰς ἥκοντα φιλτάτας χέρας,
σῷσον δέ, λίσσομαί σε· συγγόνῳ δὲ σῷ
τὴν εὐσέβειαν μὴ προδῷς τὴν σήν ποτε,
χάριτας πονηρὰς κἀδίκους ὠνουμένη.
μισεῖ γὰρ ὁ θεὸς τὴν βίαν, τὰ κτητὰ δὲ
κτᾶσθαι κελεύει πάντας οὐκ ἐς ἁρπαγάς.
κοινὸς γάρ ἐστιν οὐρανὸς πᾶσιν βροτοῖς
καὶ γαῖʼ, ἐν ᾗ χρὴ δώματʼ ἀναπληρουμένους
τἀλλότρια μὴ σχεῖν μηδʼ ἀφαιρεῖσθαι βίᾳ.
ἡμᾶς δὲ καιρίως μέν, ἀθλίως δʼ ἐμοί,
Ἑρμῆς ἔδωκε πατρὶ σῷ σῴζειν πόσει
τῷδʼ ὃς πάρεστι κἀπολάζυσθαι θέλει.
πῶς οὖν θανὼν ἂν ἀπολάβοι; κεῖνος δὲ πῶς
τὰ ζῶντα τοῖς θανοῦσιν ἀποδοίη ποτʼ ἄν;
ἤδη τὰ τοῦ θεοῦ καὶ τὰ τοῦ πατρὸς σκόπει·
πότερον ὁ δαίμων χὡ θανὼν τὰ τῶν πέλας
βούλοιντʼ ἂν ἢ οὐ βούλοιντʼ ἂν ἀποδοῦναι πάλιν;