Ancient Greek · ~4 min
Choral 10
Euripides, Ἡρακλῆς 10
Not analysed yet
—ὀτοτοτοτοτοῖ, στέναξον· ἀποκείρεται
σὸν ἄνθος πόλεος, ὁ Διὸς ἔκγονος·
μέλεος Ἑλλάς, ἃ τὸν εὐεργέταν
ἀποβαλεῖς, ὀλεῖς μανίαισιν Λύσσας
χορευθέντʼ ἐναύλοις.
—βέβακεν ἐν δίφροισιν ἁ πολύστονος,
ἅρμασι δʼ ἐνδίδωσι
κέντρον ὡς ἐπὶ λώβᾳ
Νυκτὸς Γοργὼν ἑκατογκεφάλοις
ὄφεων ἰαχήμασι, Λύσσα μαρμαρωπός.
—ταχὺ τὸν εὐτυχῆ μετέβαλεν δαίμων,
ταχὺ δὲ πρὸς πατρὸς τέκνʼ ἐκπνεύσεται.
ἰώ μοι μέλεος.
—ἰὼ Ζεῦ, τὸ σὸν γένος ἄγονον αὐτίκα
λυσσάδες ὠμοβρῶτες ἄδικοι Ποιναὶ
κακοῖσιν ἐκπετάσουσιν.
ἰὼ στέγαι.
—κατάρχεται χόρευμα τυμπάνων ἄτερ,
οὐ βρομίῳ κεχαρισμένα θύρσῳ
ἰὼ δόμοι.
πρὸς αἵματʼ, οὐχὶ τᾶς Διονυσιάδος
βοτρύων ἐπὶ χεύμασι λοιβᾶς.
φυγῇ, τέκνʼ, ἐξορμᾶτε.
—δάιον τόδε
δάιον μέλος ἐπαυλεῖται.
κυναγετεῖ τέκνων διωγμόν· οὔποτʼ ἄκραντα δόμοισι
Λύσσα βακχεύσει.
αἰαῖ κακῶν.
—αἰαῖ δῆτα τὸν γεραιὸν ὡς στένω
πατέρα τάν τε παιδοτρόφον, ᾇ μάταν
τέκεα γεννᾶται.
—ἰδοὺ ἰδού,
θύελλα σείει δῶμα, συμπίπτει στέγη.
ἢ ἤ· τί δρᾷς, ὦ Διὸς παῖ, μελάθρῳ;
τάραγμα ταρτάρειον, ὡς ἐπʼ Ἐγκελάδῳ ποτέ, Παλλάς,
ἐς δόμους πέμπεις.