Ancient Greek · ~7 min
Episode 13, lines 13.33.1250-13.33.1298
Euripides, Ἡρακλῆς 13.33.1250-1298
Not analysed yet
ὁ πολλὰ δὴ τλὰς Ἡρακλῆς λέγει τάδε;
οὐκ οὖν τοσαῦτά γʼ, εἰ μέτρῳ μοχθητέον.
εὐεργέτης βροτοῖσι καὶ μέγας φίλος;
οἱ δʼ οὐδὲν ὠφελοῦσί μʼ, ἀλλʼ Ἥρα κρατεῖ.
οὐκ ἄν σʼ ἀνάσχοιθʼ Ἑλλὰς ἀμαθίᾳ θανεῖν.
ἄκουε δή νυν, ὡς ἁμιλληθῶ λόγοις
πρὸς νουθετήσεις σάς· ἀναπτύξω δέ σοι
ἀβίωτον ἡμῖν νῦν τε καὶ πάροιθεν ὄν.
πρῶτον μὲν ἐκ τοῦδʼ ἐγενόμην, ὅστις κτανὼν
μητρὸς γεραιὸν πατέρα προστρόπαιος ὢν
ἔγημε τὴν τεκοῦσαν Ἀλκμήνην ἐμέ.
ὅταν δὲ κρηπὶς μὴ καταβληθῇ γένους
ὀρθῶς, ἀνάγκη δυστυχεῖν τοὺς ἐκγόνους.
Ζεὺς δʼ —ὅστις ὁ Ζεύς —πολέμιόν μʼ ἐγείνατο
Ἥρᾳ —σὺ μέντοι μηδὲν ἀχθεσθῇς, γέρον·
πατέρα γὰρ ἀντὶ Ζηνὸς ἡγοῦμαι σὲ ἐγώ·
ἔτʼ ἐν γάλακτί τʼ ὄντι γοργωποὺς ὄφεις
ἐπεισέφρησε σπαργάνοισι τοῖς ἐμοῖς
ἡ τοῦ Διὸς σύλλεκτρος, ὡς ὀλοίμεθα.
ἐπεὶ δὲ σαρκὸς περιβόλαιʼ ἐκτησάμην
ἡβῶντα, μόχθους οὓς ἔτλην τί δεῖ λέγειν;
ποίους ποτʼ ἢ λέοντας ἢ τρισωμάτους
Τυφῶνας ἢ Γίγαντας ἢ τετρασκελῆ
κενταυροπληθῆ πόλεμον οὐκ ἐξήνυσα;
τήν τʼ ἀμφίκρανον καὶ παλιμβλαστῆ κύνα
ὕδραν φονεύσας μυρίων τʼ ἄλλων πόνων
διῆλθον ἀγέλας κἀς νεκροὺς ἀφικόμην,
Ἅιδου πυλωρὸν κύνα τρίκρανον ἐς φάος
ὅπως πορεύσαιμʼ ἐντολαῖς Εὐρυσθέως.
τὸν λοίσθιον δὲ τόνδʼ ἔτλην τάλας πόνον,
παιδοκτονήσας δῶμα θριγκῶσαι κακοῖς.
ἥκω δʼ ἀνάγκης ἐς τόδʼ· οὔτʼ ἐμαῖς φίλαις
Θήβαις ἐνοικεῖν ὅσιον· ἢν δὲ καὶ μένω,
ἐς ποῖον ἱερὸν ἢ πανήγυριν φίλων
εἶμʼ; οὐ γὰρ ἄτας εὐπροσηγόρους ἔχω.
ἀλλʼ Ἄργος ἔλθω; πῶς, ἐπεὶ φεύγω πάτραν;
φέρʼ ἀλλʼ ἐς ἄλλην δή τινʼ ὁρμήσω πόλιν;
κἄπειθʼ ὑποβλεπώμεθʼ ὡς ἐγνωσμένοι,
γλώσσης πικροῖς κέντροισι κλῃδουχούμενοι·
Οὐχ οὗτος ὁ Διός, ὃς τέκνʼ ἔκτεινέν ποτε
δάμαρτά τʼ; οὐ γῆς τῆσδʼ ἀποφθαρήσεται;
κεκλημένῳ δὲ φωτὶ μακαρίῳ ποτὲ
αἱ μεταβολαὶ λυπηρόν· ᾧ δʼ ἀεὶ κακῶς
ἔστʼ, οὐδὲν ἀλγεῖ συγγενῶς δύστηνος ὤν.
ἐς τοῦτο δʼ ἥξειν συμφορᾶς οἶμαί ποτε·
φωνὴν γὰρ ἥσει χθὼν ἀπεννέπουσά με
μὴ θιγγάνειν γῆς καὶ θάλασσα μὴ περᾶν
πηγαί τε ποταμῶν, καὶ τὸν ἁρματήλατον
Ἰξίονʼ ἐν δεσμοῖσιν ἐκμιμήσομαι.