Ancient Greek · ~6 min
Choral 10, lines 10.1-10.2
Euripides, Ἄλκηστις 10.1-2
Not analysed yet
ἰώ, στυγναὶ
πρόσοδοι, στυγναὶ δ’ ὄψεις χήρων
μελάθρων. ἰώ μοί μοι. αἶ αἶ.
ποῖ βῶ; ποῖ στῶ; τί λέγω; τί δὲ μή;
πῶς ἂν ὀλοίμαν;
ἦ βαρυδαίμονα μήτηρ μ’ ἔτεκεν.
ζηλῶ φθιμένους, κείνων ἔραμαι,
κεῖν’ ἐπιθυμῶ δώματα ναίειν.
οὔτε γὰρ αὐγὰς χαίρω προσορῶν
οὔτ’ ἐπὶ γαίας πόδα πεζεύων·
τοῖον ὅμηρόν μ’ ἀποσυλήσας
Ἅιδῃ Θάνατος παρέδωκεν.
—πρόβα, πρόβα· βᾶθι κεῦθος οἴκων.
αἰαῖ.
—πέπονθας ἄξι’ αἰαγμάτων.
ἒ ἔ.
—δι’ ὀδύνας ἔβας, σάφ’ οἶδα . . .
φεῦ φεῦ.
—τὰν νέρθε δ’ οὐδὲν ὠφελεῖς.
ἰώ μοί μοι.
—τὸ μήποτ’ εἰσιδεῖν φιλίας ἀλόχου
πρόσωπόν ἄντα λυπρόν.
ἔμνησας ὅ μου φρένας ἥλκωσεν·
τί γὰρ ἀνδρὶ κακὸν μεῖζον ἁμαρτεῖν
πιστῆς ἀλόχου; μή ποτε γήμας
ὤφελον οἰκεῖν μετὰ τῆσδε δόμους.
ζηλῶ δ’ ἀγάμους ἀτέκνους τε βροτῶν·
μία γὰρ ψυχή, τῆς ὑπεραλγεῖν
μέτριον ἄχθος·
παίδων δὲ νόσους καὶ νυμφιδίους
εὐνὰς θανάτοις κεραϊζομένας
οὐ τλητὸν ὁρᾶν, ἐξὸν ἀτέκνους
ἀγάμους τ’ εἶναι διὰ παντός.
—τύχα τύχα δυσπάλαιστος ἥκει·
αἰαῖ.
—πέρας δέ γ’ οὐδὲν ἀλγέων τίθης.
ἒ ἔ.
—βαρέα μὲν φέρειν, ὅμως δὲ . . .
φεῦ φεῦ.
—τλᾶθʼ· οὐ σὺ πρῶτος ὤλεσας . . .
ἰώ μοί μοι.
—γυναῖκα· συμφορὰ δ’ ἑτέρους ἑτέρα
πιέζει φανεῖσα θνατῶν.
ὦ μακρὰ πένθη λῦπαί τε φίλων
τῶν ὑπὸ γαῖαν.
τί μ’ ἐκώλυσας ῥῖψαι τύμβου
τάφρον ἐς κοίλην καὶ μετ’ ἐκείνης
τῆς μέγ’ ἀρίστης κεῖσθαι φθίμενον;
δύο δ’ ἀντὶ μιᾶς Ἅιδης ψυχὰς
τὰς πιστοτάτας σὺν ἂν ἔσχεν, ὁμοῦ
χθονίαν λίμνην διαβάντε.
ἐμοί τις ἦν
ἐν γένει, ᾧ κόρος ἀξιόθρηνος
ὤλετ’ ἐν δόμοισιν
μονόπαις· ἀλλ’ ἔμπας
ἔφερε κακὸν ἅλις, ἄτεκνος ὤν,
πολιὰς ἐπὶ χαίτας
ἤδη προπετὴς ὢν
βιότου τε πόρσω.