Ancient Greek
Episode 9, lines 9.1.834-9.1.860
Euripides, Ἄλκηστις 9.1.834-860
Not analysed yet
ποῦ καί σφε θάπτει; ποῦ νιν εὑρήσω μολών;
ὀρθὴν παρ’ οἶμον, ἣ ’πὶ Λάρισαν φέρει,
τύμβον κατόψῃ ξεστὸν ἐκ προαστίου.
ὦ πολλὰ τλᾶσα καρδία καὶ χεὶρ ἐμή,
νῦν δεῖξον οἷον παῖδά σ’ ἡ Τιρυνθία
Ἠλεκτρύωνος γείνατ’ Ἀλκμήνη Διί.
δεῖ γάρ με σῶσαι τὴν θανοῦσαν ἀρτίως
γυναῖκα κἀς τόνδ’ αὖθις ἱδρῦσαι δόμον
Ἄλκηστιν, Ἀδμήτῳ θ’ ὑπουργῆσαι χάριν.
ἐλθὼν δ’ ἄνακτα τὸν μελάμπεπλον νεκρῶν
Θάνατον φυλάξω, καί νιν εὑρήσειν δοκῶ
πίνοντα τύμβου πλησίον προσφαγμάτων.
κἄνπερ λοχαίας αὐτὸν ἐξ ἕδρας συθεὶς
μάρψω, κύκλον δὲ περιβάλω χεροῖν ἐμαῖν,
οὐκ ἔστιν ὅστις αὐτὸν ἐξαιρήσεται
μογοῦντα πλευρά, πρὶν γυναῖκ’ ἐμοὶ μεθῇ.
ἢν δ’ οὖν ἁμάρτω τῆσδ’ ἄγρας, καὶ μὴ μόλῃ
πρὸς αἱματηρὸν πέλανον, εἶμι τῶν κάτω
Κόρης Ἄνακτός τ’ εἰς ἀνηλίους δόμους
αἰτήσομαί τε· καὶ πέποιθ’ ἄξειν ἄνω
Ἄλκηστιν, ὥστε χερσὶν ἐνθεῖναι ξένου,
ὅς μ’ ἐς δόμους ἐδέξατ’ οὐδ’ ἀπήλασε,
καίπερ βαρείᾳ συμφορᾷ πεπληγμένος,
ἔκρυπτε δ’ ὢν γενναῖος, αἰδεσθεὶς ἐμέ.
τίς τοῦδε μᾶλλον Θεσσαλῶν φιλόξενος,
τίς Ἑλλάδ’ οἰκῶν; τοιγὰρ οὐκ ἐρεῖ κακὸν
εὐεργετῆσαι φῶτα γενναῖος γεγώς.