Ancient Greek · ~1 min
Fragment 1
Eurytus Phil., Testimonia 1
Not analysed yet
IAMBL. V. P. 148 Εὔρυτος μὲν ὁ Κροτωνιάτης, Φιλολάου ἀκουστής, ποιμέ-
νος τινὸς ἀπαγγείλαντος αὐτῶι ὅτι μεσημβρίας ἀκούσειε Φιλολάου φωνῆς ἐκ τοῦ
τάφου καὶ ταῦτα πρὸ πολλῶν ἐτῶν τεθνηκότος ὡσανεὶ ἄιδοντος, ‘καὶ τίνα πρὸς
θεῶν’ εἶπεν ‘ἁρμονίαν;’