Ancient Greek · ~1 min
Fragment 21
Eusebius Myndius, Fragmenta 21
Not analysed yet
21. Παῤῥησίη ἀπὸ γνώμης ἐλευθέρης καὶ ἀληθηΐην ἀσπαζομένης προέρχεται· παρέξεαι δὲ αὐτὴν ἀμώμητον οὐ τῷ πᾶσι καὶ ὡς ἔτυχεν ἐπιτιμᾶν καὶ λοιδορέεσθαι, νομίζων τοῦτο εἶναι τὴν παῤῥησίην· ἀλλ’ εἰ πρὸς οὓς δεῖ καὶ ὑπὲρ τίνων χρὴ καὶ ἐν ᾧ χρὴ μετὰ τοῦ χρησίμου περὶ τῶν παρισταμένων ξὺν νόῳ προσδιαλέγοιο.