Ancient Greek · ~1 min
Fragment 31
Eusebius Myndius, Fragmenta 31
Not analysed yet
31. Φημὶ πάντα τὸν προαίρεσιν τοῦ ἐπιορκῆσαι ἀναδεξάμενον καὶ ἐπορμήσαντα ἐπὶ τὸν ὅρκον, εἰ καὶ μὴ περανέει τὸ ἔργον τῆς ἐπιορκίης τύχῃ τινί, ἢ καὶ τῷ μὴ βουληθῆναι τὸν ἀπαιτέοντα, ὅμως αὐτὸν ἔχειν γνώμην τὴν τοῦ ψευδόρκου, καὶ εἶναι τῆς ἐπὶ τῇ ἐπιορκίῃ ἁμαρτάδος τῆς τ’ ὀφειλομένης ᵈ κατὰ τῶν καὶ ἔργῳ ἐπιορκησάντων ἔνοχον τιμωρίης.