Ancient Greek
Fragment 44
Eusebius Myndius, Fragmenta 44
Not analysed yet
44. Ἀνὴρ ἄρχων καὶ ἰδιώτης δὲ ἅπας ἴστω ἀπὸ τῆς φύσιος τῶν πρηγμάτων, ὁκοῖα ἂν αὐτὰ παρέχηται, τοιαύτης καὶ τῆς ἐπ’ αὐτοῖσι μνήμης ἤτοι ἀγαθῆς ἢ πονηρῆς τευξόμενος. Καὶ τοῦτο ἐπιφρασθεὶς οὕτω κρινέτω ἐπ’ ὁκοτέρην τῶν ὁδῶν καὶ τὴν ἐπ’ ὁκοτέρην τῶν μνημέων ἄγουσαν τρέπηται, καὶ κοίην αὐτέων τῶν μνημέων αὐτῷ ἄμεινον προτιμῆσαι.