Ancient Greek
Fragment 54
Eusebius Myndius, Fragmenta 54
Not analysed yet
54. Ἀνὴρ ἀνυποίστους καὶ ἀγρίας καὶ ἀμέτρους ζητέων τὰς τιμωρίας, καὶ τῇσι κατὰ νόμον οὐκ ἀρκεόμενος, θυμῷ ἀλόγῳ ξυγχωρέων, καὶ γυναικηΐως ἐμπικραινόμενος, οὐκ αἰσθάνεται ἔξω τῆς δίκης ἐς τὸ ὁμογενὲς ἐξυβρίζων. Ἀγνοέει δὲ τὸ μέγιστον καὶ τόπερ χρὴ εἰδέναι πάντα τὸν μέλλοντα ἀνθρώπου καταδικᾶν, ὅτι καὶ ὁ θάνατος αὐτὸς παρὰ τῶν πρώτως δικαιωσάντων οὐκ ὥς τι κακὸν ἐπετιμήθη, ἀλλ’ ὥς ἔσχατον καὶ ἐν φαρμάκου λόγῳ κατὰ τῶν οὐ δυναμένων τῆς κακίης ἐλευθερωθῆναι, ὅκως, ἐπειδὴ οὐκ οΐά τε ἦν ἄλλως, τούτῳ γῶν τῷ τρόπῳ ἀπολυθέντες τοῦ ἐνθαῦτα δεσμοῦ αὐτῆς πορίσωνται φυγήν.