Ancient Greek · ~11 min
Section 2
Eusebius Scr. Eccl. et Theol., Antiquorum martyriorum collectio (fragmenta) 2
Not analysed yet
Ἐπὶ Σευήρου βασιλέως Ῥωμαίων, διωγμοῦ κινηθέντος ἐν τῇ κατ' Αἴγυπτον Ἀλεξανδρείᾳ, πλεῖστοι, καὶ διαφορώτατοι τῆς εἰς Χριστὸν ὑπερήθλησαν πίστεως· ἐν οἷς καὶ Λεωνίδης ὁ τοῦ Ὠριγένους πατὴρ τὴν κεφαλὴν ἀποτμηθεὶς νέον κομιδῆ καταλείπει τὸν παῖδα· ὃς δὴ τοσοῦτον περὶ τὸ μαρτύριον τὸν ἔρωτα ἔσχεν, ὡς ὁμόσε τοῖς κινδύνοις χωρεῖν, προπηδᾷν τε καὶ προθύμως ἐπὶ τὸν ἀγῶνα ὁρμᾷν· τέως γε μὴν τῆς μητρὸς τὴν πᾶσαν αὐτοῦ ἀποκρυψαμένης ἐσθῆτα, ἀπρόϊτος οἴκοι μένειν ἀναγκασθεὶς, ἐπέστειλε τῷ πατρὶ καθειργμένῳ ὄντι τὴν περὶ μαρτυρίου προτρεπτικὴν ἐπιστολὴν, ἐν ᾗ κατὰ λέξιν ὧδέ φησι· «Ἔπεχε μὴ δι' ἡμᾶς ἄλλο τι φρονήσῃς.» Οὗτος μέγας, καὶ περιβόητος λόγοις τε καὶ ἔργοις κατ' ἐκεῖνο καιροῦ γεγονὼς, τοῦ ἐν Ἀλεξανδρείᾳ κατηχητικοῦ διδασκαλείου προέστη, καὶ πολλοὺς τῶν φοιτητῶν ἐπὶ τὸν ὅμοιον αὐτῷ παρορμήσας ζῆλον, μάρτυρας Χριστοῦ πεποίηκεν· ὧν πρῶτος Πλούταρχος ἦν οὗ τὴν ἐπὶ θάνατον ἀπαγομένου, μικροῦ δεῖν καὶ αὐτὸς Ὠριγένης ἀνῄρητο συμπαρὼν, ὡς ἀπωλείας αἴτιος αὐτῷ γεγονώς. Καὶ ὕστερον δὲ ἐπὶ Δεκίου βήματι παρέστη τυραννικῷ, ὡς σεβόμενος τὸν Χριστόν· ἀλλ' οὐκ ἐπέτυχε τῆς μαρτυρίας, τοῦ Θεοῦ, οἶμαι, ταύτης αὐτὸν ἀνάξιον κρίναντος, διὰ τὸ περὶ τὰ δόγματα καὶ τὴν ὀρθὴν πίστιν διάστροφον· λειποτακτεῖ γὰρ, καὶ ταῦτα μετὰ πεῖραν βασάνων. Δεύτερος τῶν Ὠριγένους φοιτητῶν μάρτυς ἀναδείκνυται Σέρηνος, διὰ πυρὸς τὴν δοκιμὴν ἧς παρείληφε πίστεως παρεσχημένος. Τῆς αὐτῆς διατριβῆς τρίτος καθίσταται μάρτυς Ἡρακλείδης, καὶ ἐπὶ τούτῳ τέταρτος Ἥρων· ὁ μὲν πρότερος ἔτι κατηχούμενος, ὁ δὲ νεοφώτιστος, τὰς κεφαλὰς ἀποτμηθέντες. Ἔτι πρὸς τούτοις, ἕτερος τοῦ προτέρου Σέρηνος, μετὰ πλείστην βασάνων ὑπομονὴν, κεφαλικῶς τιμωρεῖται. Καὶ γυναικῶν δὲ Ἡραῒς ἔτι κατηχουμένη τὸ διὰ πυρὸς ὑφίσταται βάπτισμα. Ἐπὶ τούτοις ἕβδομος Βασιλείδης, ὁ τὴν περιβόητον Ποταμίαν ἀναπαγαγών. Παραλαβὼν γὰρ αὐτὴν, καὶ τὴν ἐπὶ θανάτῳ ἀπάγων, τοὺς ἐνοχλοῦντας αὐτῇ, καὶ ἀκολάστοις ῥήμασιν ἐνυβρίζοντας ἀναστέλλων ἦν παντὶ τρόπῳ, καὶ διωθούμενος· ἡ δὲ τῆς περὶ αὐτὴν συμπαθείας ἀποδεξαμένη, τὸν ἄνδρα θαῤῥεῖν παρακελεύεται, ἐξαιτήσασθαι γὰρ αὐτὸν ἀπελθοῦσαν παρὰ τοῦ ἑαυτῆς Χριστοῦ, καὶ ταύτην αὐτῷ τὴν ἀμοιβὴν, τῶν εἰς αὑτὴν πεπραγμένων, οὐκ εἰς μακρὰν ἀποτίσειν. Ταῦτα δ' εἰποῦσαν, γενναίως τὴν ἔξοδον ὑποστῆναι πίττης ἐμπύρου περιχυθείσης αὐτῇ. Οὐ μακρὸν δὲ χρόνον ὁ Βασιλείδης διαλιπὼν ὅρκον διά τινα αἰτίαν, πρὸς τῶν συστρατιωτῶν αἰτηθεὶς, μὴ ἐξεῖναι αὐτῷ, ἔφη, Χριστιανῷ γε ὄντι τὸ παράπαν ὀμνύναι· οἱ δὲ, παίζειν αὐτὸν τὰ πρῶτα νομίζοντες, ἄγουσιν ἐπὶ τὸν ἄρχοντα, ἐφ' οὗ τὴν εὔστασιν ὁμολογήσας δεσμοῖς παραδίδοται. Ἀφικομένων δὲ πρὸς αὐτὸν τῶν κατὰ Θεὸν ἀδελφῶν, καὶ τὴν αἰτίαν τῆς παραδόξου πυνθανομένων ὁρμῆς, τὴν μάρτυρα Ποταμίαν ἀνιδεῖν ἔφη, μετὰ τρίτην ἡμέραν τοῦ μαρτυρίου ἐπιστᾶσαν αὐτῷ, στέφανόν τε τῇ κεφαλῇ ἐπιθεῖσαν αὐτοῦ, παρακεκληκέναι τὸν Κύριον, χάριν αὐτοῦ φῆσαι, καὶ τῆς ἀξιώσεως τετυχηκέναι, οὐκ εἰς μακρόν τε αὐτὸν παραλήψεσθαι. Ἐπὶ τούτοις τῶν ἀδελφῶν τῆς ἐν Κυρίῳ σφραγῖδος μεταδόντων αὐτῷ, τῇ ἐφεξῆς ἡμέρᾳ, τῷ τοῦ Κυρίου διαπρέψας μαρτυρίῳ, τὴν κεφαλὴν ἀποτέμνεται.