Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ραʹ Ὀδυρμὸς ἐπὶ τῷ προτέρῳ λαῷ καὶ προφητεία νεοῦ λαοῦ καὶ κλῆσις ἐθνῶν
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.1
Not analysed yet
Προσευχὴ τῷ πτωχῷ, ὅταν ἀκηδιάσῃ καὶ ἐναντίον κυρίου ἐκχέῃ τὴν δέησιν αὐτοῦ. Εἰσάκουσον, κύριε, τῆς προσευχῆς μου, καὶ ἡ κραυγή μου πρὸς σὲ ἐλθάτω. μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ. Νοήσεις τòν ἐνταῦθα λεγόμενον πτωχὸν συμβαλὼν αὐτὸν τῷ μακαριζομένῳ κατὰ τό· μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι. ἁρμόσειε δ’ ἂν τῷ ἀκηδιῶντι πτωχῷ καὶ τό· μακάριοι οἱ κλαίοντες καὶ πενθοῦντες . πᾶς τοιγαροῦν τῷ θεῷ ἀνακείμενος πτωχεύων ἐν τοῖς τοῦ βίου πράγμασι, παρὰ δὲ θεῷ πλουτῶν ἀκηδιᾷ λυπούμενος ἢ ἀθυμεῖ κατὰ τὴν τοῦ Συμμάχου ἑρμηνείαν ἐπὶ τῇ τῶν πολλῶν κακίᾳ τε καὶ ἀπωλείᾳ, οἷος ἦν ὁ λέγων· οἴμοι ψυχὴ ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐχ’ ὑπάρχει. πάντες εἰς αἵματα δικάζονται, ἕκαστος τὸν πλησίον αὐτοῦ ἐκθλίβουσιν ἐκθλιβῇ ,καὶ ὁ εἰπών· οὐκ ἔστι ποιῶν χρηστότητα . πλὴν ὁ πτωχὸς ἐπὶ τούτοις ἀκηδιῶν καὶ ἀθυμῶν φάρμακον τοῦ πάθους θεραπευτικὸν περινοεῖ ἑαυτῷ. τοῦτο δὲ ἦν ἡ πρὸς τὸν θεὸν εὐχή, ἣν μόνην εἶχε παραμυθίαν, δι’ ἧς ἐξαπλῶν ἑαυτοῦ τὴν ψυχὴν καὶ σύμπαντας ἑαυτῷ τοὺς λογισμοὺς προφέρων ἐνώπιον τοῦ θεοῦ λέγεται ἐνώπιον κυρίου ἐκχέειν τὴν δέησιν αὐτοῦ ἢ τὴν λογοποιίαν αὐτοῦ κατὰ τὸν Σύμμαχον.