Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ριαʹ Διδασκαλία Χριστοῦ
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.1-11
Not analysed yet
Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα. Οὕτως εἴωθε καλεῖν πάντα τὸν ἐξ ἐθνῶν προσίοντα τῷ λόγῳ. παρίσταται δὲ τοῦτο ἀπὸ τοῦ διεσταλμένως μετὰ τὸν Ἰσραὴλ καὶ μετὰ τὸν οἶκον Ἀαρὼν καὶ μετὰ τὸν οἶκον Λευὶ τοὺς φοβουμένους τὸν κύριον ἐπὶ τὸν ὕμνον τοῦ θεοῦ καλεῖσθαι, ὡς ἐν ἑτέροις εἴρηται· τίνες γὰρ ἂν εἶεν μετὰ τούτους οἱ φοβούμενοι τὸν κύριον ἀλλ’ ἢ οἱ ἐξ ἐθνῶν ἀλλόφυλοι καὶ ἀλλογενεῖς; οὐκοῦν καὶ ἐν τῷ μετὰ χεῖρας οὐκ ἄλλος τις ἂν εἴη ὁ μακαριζόμενος τοῦ ἐξ ἐθνῶν προσεληλυθότος τῷ θεῷ λαοῦ, ὅντινα ὀνομάζει φοβούμενον τὸν κύριον. Οὐ μὴν οὐ δήπω μακάριος ὁ τοιοῦτος, εἰ μὴ καὶ τὸ ἑξῆς αὐτῷ ἕποιτο, τουτέστι τὸ ἐν ταῖς ἐντολαῖς αὐτοῦ θέλειν σφόδρα. ἀσφαλῶς δὲ τὸ θέλειν λέλεκται, ὡς ἂν μὴ ἐπάναγκες μηδὲ παρὰ προαίρεσιν φυλάττοι τις τὰς ἐντολάς, ἀλλ’ ἐθελοντὴς καὶ μετὰ τοῦ στέργειν σὺν πάσῃ προθυμίᾳ καὶ γνησίως ἀγαπᾶν τὴν τῶν ἐντολῶν τοῦ θεοῦ φυλακήν.