Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ριʹ Εὐχαριστία Χριστοῦ
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.7-8
Not analysed yet
Ἀρχὴ σοφίας φόβος κυρίου, σύνεσις ἀγαθὴ πᾶσι τοῖς ποιοῦσιν αὐτήν. ἡ αἴνεσις αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Μήποτε ἐπεὶ ὁ φοβούμενος οὐ τετελείωται ,ἡ μὲν εἰσαγωγὴ διὰ φόβου κατορθοῦται, τὸ δὲ τέλος διὰ ἀγάπης· ἡ γὰρ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον . τοιοῦτος δ’ ἂν εἴη ὁ ἐξ ὅλης καρδίας καὶ ψυχῆς καὶ δυνάμεως ἀγαπῶν κύριον τὸν θεόν. Ἀλλὰ καὶ ἡ σύνεσις τότε ἀγαθὴ τυγχάνει, ὅτε ἔργοις ἐπιτελεῖται. διὸ τὴν σύνεσιν οὐχ ἁπλῶς ἀγαθὴν εἶπεν, ἀλλὰ πᾶσι τοῖς ποιοῦσιν αὐτήν. Τούτων ἁπάντων ἐπισφράγισμα ἡ αἴνεσις αὐτοῦ ἐστι μάλιστα, ὅτε διαρκὴς αὐτοῦ τυγχάνει διαμένουσα εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· τέλος γὰρ τῶν μακαρίων τὸ πρὸς τῷ θεῷ εἶναι καὶ παρεστάναι αὐτῷ καὶ μόνῃ τῇ αὐτοῦ θεολογίᾳ καὶ αἰνέσει σχολάζειν.