Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ριβʹ Νέου λαοῦ κλῆσις
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.1-12
Not analysed yet
Αἰνεῖτε, παῖδες, κύριον, αἰνεῖτε τὸ ὄνομα κυρίου. Πάντα τὸν διὰ τὸ φοβεῖσθαι τὸν κύριον μακάριον γεγενημένον ἄνδρα ὑποτυπωσάμενος ὁ λόγος ἐν τῷ πρὸ τούτου ψαλμῷ τόν τε βίον τῶν τοιούτων καὶ τὴν κατὰ θεὸν πολιτείαν καὶ τὸ ἐπὶ τούτοις παρὰ θεῷ τέλος ὑπογράψας ἐν τῷ προκειμένῳ τίνες ποτὲ εἰσὶν οὗτοι καὶ τίνων τυγχάνουσι παραπλήσιοι διδάσκει παῖδας αὐτοὺς καλῶν διὰ τὸ νεαρὸν καὶ ἀρτιγενὲς τῆς κατὰ ψυχὴν ἡλικίας καὶ τούτους ἐπὶ τὸν αἶνον καλεῖ τοῦ θεοῦ. διὸ ἀντὶ τοῦ παῖδες ὁ Ἀκύλας καὶ ὁ Σύμμαχος δούλους ὠνόμασαν φήσαντες· ὑμνεῖτε, δοῦλοι, κύριον, ὑμνεῖτε τὸ ὄνομα κυρίου · δούλων γὰρ οὐδὲν διενηνόχασιν οἱ παῖδες φόβῳ δουλείας παιδαγωγούμενοι. διὸ καὶ ὁ πρὸ τούτου ψαλμὸς φοβουμένους αὐτοὺς τὸν κύριον ἐκάλει.