Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ριβʹ Νέου λαοῦ κλῆσις
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.2-11
Not analysed yet
Εἴη τὸ ὄνομα κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν αἰνεῖτε τὸ ὄνομα κυρίου. ὑψηλὸς ἐπὶ πάντα τὰ ἔθνη ὁ κύριος, ἐπὶ τοὺς οὐρανοὺς ἡ δόξα αὐτοῦ. Ὡς ἀγνοοῦσι τοῖς παισίν ,ὅπως χρὴ τὸν κύριον ὑμνεῖν, τὸ προφητικὸν πνεῦμα δίκην παιδαγωγοῦ καὶ διδασκάλου τὰς φωνὰς αὐτὰς παραδίδωσι τοῦ ὕμνου διδάσκων συνυπηχεῖν αὐτῷ καὶ συνυπακούειν καὶ αὐτὸν δὴ τοῦτον λέγειν τὸν ὕμνον ἀρχόμενον ἀπὸ τοῦ· εἴη τὸ ὄνομα κυρίου εὐλογημένον ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. εὐχὴ δὲ αὕτη ἐστὶν ὑπὲρ ἡμῶν αὐτῶν τῶν παίδων ἀναπεμπομένη, ὡς ἂν διαμένῃ ἡμῖν τὸ τοῦ κυρίου ὄνομα εἰς τὸ διηνεκὲς μὴ φεῦγον ἡμᾶς, ἀλλ’ ἀναπαυόμενον τῷ ἡμετέρῳ βίῳ καὶ εὐλογούμενον ἡμῖν καὶ παραμένον τῇ ἡμετέρᾳ ψυχῇ ἔν τε τῷ παρόντι αἰῶνι καὶ ἐν τῷ μέλλοντι· ἐπὶ γὰρ τῶν οὐκ ἀξίως τοῦ θεοῦ βιούντων βλασφημεῖται τὸ ὄνομα αὐτοῦ, ὥστε λέγεσθαι πρὸς αὐτούς· δι’ ὑμᾶς τὸ ὄνομα τοῦ θεοῦ βλασφημεῖται ἐν τοῖς ἔθνεσι . Τοιοῦτοι δὲ ἦσαν οἱ ἐκ περιτομῆς, πρὸς οὓς ἐλέγετο· οὐκ ἔστι μου θέλημα ἐν ὑμῖν, λέγει κύριος παντοκράτωρ, καὶ θυσίας οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν, διότι ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν δεδόξασται τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται τῷ ὀνόματί μου καὶ θυσία καθαρά, διότι μέγα τὸ ὄνομα μου ἐν τοῖς ἔθνεσιν. ὑμεῖς δὲ ὡς βεβηλοῦτε αὐτό . ἀλλ’ ἐκεῖνοι μὲν ἐβεβήλουν, ἐνταῦθα δὲ οἱ παῖδες διδάσκονται αὐτὰ δὴ ταῦτα διὰ τοῦ προφήτου λελεγμένα εἰς τὸν ὕμνον παραλαμβάνειν καὶ λέγειν· ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν αἰνεῖται τὸ ὄνομα κυρίου. ὑψηλὸς ἐπὶ πάντα τὰ ἔθνη ὁ κύριος. καὶ πότε τέλους ἔτυχεν ὁ λόγος ἀλλ’ ἢ μετὰ τὴν ἐπιφάνειαν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ; Πρὸ γοῦν ταύτης ἐν τῇ Ἰουδαίᾳ μόνῃ ἐλέγετο γνωστὸς εἶναι ὁ θεὸς καὶ ἐν μόνῳ τῷ Ἰσραὴλ τῶν ἔξω τῆς Ἰουδαίας ἐθνῶν δαίμοσι καταδεδουλωμένων καὶ πνεύμασιν ἀκαθάρτοις καὶ τοῖς τῆς εἰδωλολατρείας τοῦ ὀνόματος κυρίου μηδὲ εἰς ἔννοιαν αὐτοῖς ἥκοντος. ὅτε γε μὴν ἐπιφανεὶς αὐτὸς ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς τοὺς αὐτοῦ μαθητὰς ἐπὶ πάντα διεπέμψατο τὰ ἔθνη, τηνικαῦτα πληροῦται ὁ διὰ τῶν προκειμένων φωνῶν τοῖς παισὶ παραδοθεὶς ὕμνος. καὶ ἐπειδὴ ὁ ἐπιφανεὶς ὕμνος ἡμῖν οὐκ ἐν μορφῇ θεοῦ ἐπεφάνη, ἀλλ’ ἑαυτὸν κενώσας καὶ μορφὴν δούλου λαβὼν σχήματί τε εὑρεθεὶς ὡς ἄνθρωπος ,εἰκότως διδάσκονται οἱ παῖδες λέγειν· ἐπὶ τοὺς οὐρανοὺς ἡ δόξα αὐτοῦ.