Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ριεʹ Νέου λαοῦ τελείωσις
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.1-15
Not analysed yet
Ἐπίστευσα, διὸ ἐλάλησα. ἐγὼ δὲ ἐταπεινώθην σφόδρα. ἐγὼ εἶπα ἐν τῇ ἐκστάσει μου· πᾶς ἄνθρωπος ψεύστης. Συνῆπται καὶ ταῦτα τοῖς πρὸ αὐτῶν ἐν τῷ Ἑβραικῷ ἀντιγράφῳ, ὥστε ἀπηρτῆσθαι τὴν ἐν αὐτοῖς διάνοιαν τῶν προλελεγμένων καὶ μέρος εἶναι αὐτῶν· ἐκεῖ μὲν γὰρ εἰρήκει· ἐπίστρεψον, ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου ,καὶ πάλιν· εὐαρεστήσω ἐνώπιον κυρίου ἐν χώρᾳ ζώντων . ἐνταῦθα δὲ ἐπισυνάπτει λέγων· ἐπίστευσα, διὸ ἐλάλησα· εἶναι γὰρ χώραν ζώντων ἑτέραν παρὰ τὸν ἀνθρώπινον βίον ἐπίστευσα, καὶ εἶναι τῆς ψυχῆς αὐτῆς ἀνάπαυσιν ἑτέραν παρὰ τὴν ἐπὶ γῆς διατριβὴν ἐπίστευσα, διὸ ἐλάλησα. Ταῦτα δὲ αὐτὰ τὰ προλελεγμένα πιστεύσας καὶ λαλήσας, ἐταπείνωσα ἐμαυτὸν καὶ σφόδρα ἐκάκωσα· οὕτω γὰρ ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· ἐκακώθην σφόδρα . Τοῦτο δ’ ἐποίησα, ἐπειδήπερ ἠπιστάμην, ὅτι πᾶς ἄνθρωπος ψεύστης. διόπερ ἀγωνιῶν καὶ φροντίζων, μὴ ἄρα καὶ αὐτὸς ὡς ἄνθρωπος ἀποφηνάμενος περὶ ἐμαυτοῦ καὶ εἰπὼν εὐαρεστήσω ἐν χώρᾳ ζώντων ψεύσομαι, τούτου χάριν πιστεύσας τῇ μελλούσῃ ζωῇ καὶ τῇ τῆς ψυχῆς ἀναπαύσει καὶ τῇ χώρᾳ τῶν ζώντων καὶ διὰ τὸ πιστεῦσαι λαλήσας ταῦτα αὐτά, ἵνα μήποτε ἐκπέσω τῆς ἐπαγγελίας καὶ ψευσθῶ τῆς ἐλπίδος, ἐταπείνωσα ἐμαυτὸν σφόδρα. Εἰ δὲ καὶ πᾶς ἄνθρωπος ψεύστης –λογισμοὶ γὰρ ἀνθρώπων δειλοὶ καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι ἡμῶν· φθαρτὸν γὰρ σῶμα βαρύνει ψυχήν, καὶ βρίθει τὸ γεῶδες σκῆνος νοῦν πολυφρόντιδα. καὶ μόλις εἰκάζομεν τὰ ἐπὶ γῆς, καὶ τὰ ἐν χερσὶν εὑρίσκομεν μετὰ πόνου. τὰ δ’ ἐν οὐρανοῖς τίς ἐξιχνίασεν; –ὅμως ἐγὼ οὐχ ὡς ἄνθρωπος ἐλάλησα ἢ γὰρ ἂν καὶ ἐψευσάμην, ἀλλ’ ἐπίστευσα πρῶτον τοῖς τοῦ θεοῦ λόγοις καὶ ταῖς τοῦ θεοῦ ἐπαγγελίαις.