Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ριεʹ Νέου λαοῦ τελείωσις
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.2-13
Not analysed yet
Ὦ κύριε, ἐγὼ δοῦλος σός, ἐγὼ δοῦλος σὸς καὶ υἱὸς τῆς παιδίσκης σου. διέρρηξας τοὺς δεσμούς μου. σοὶ θύσω θυσίαν αἰνέσεως καὶ ἐν ὀνόματι κυρίου ἐπικαλέσομαι. τὰς εὐχάς μου τῷ κυρίῳ ἀποδώσω ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ, ἐν αὐλαῖς οἴκου κυρίου, ἐν μέσῳ σου, Ἱερουσαλήμ. Υἱὸν παιδίσκης φησὶν ἑαυτὸν τῆς ἐκκλησίας, δεσμοὺς δέ, οἷς σειραῖς τῶν ἑαυτοῦ ἁμαρτημάτων κατεσφίγγετο. ἐλευθερωθεὶς δὲ τῆς ἁμαρτίας καὶ υἱὸς τῆς σῆς παιδίσκης γενόμενος τῆς ἐκκλησίας τῶν προτέρων ἀνέθην ἁμαρτημάτων διὰ τῆς σῆς χάριτος. Πάλιν δ’ ἐπαναλαμβάνει τὴν αὐτὴν ἐπαγγελίαν διαφόρως τὸ αὐτὸ δηλῶν· ἀντὶ γὰρ τοῦ ποτήριον σωτηρίου λήψομαι ἀνωτέρω λελεγμένου ἐνταῦθα σοὶ θύσω θυσίαν αἰνέσεώς φησιν. τὴν αὐτὴν δὲ παρίστησι διάνοιαν τὰ ὁμοίως τοῖς ἀνωτέρω καὶ νῦν ἐπισυνημμένα· ὥσπερ γὰρ ἀνωτέρω οὕτω καὶ νῦν ἑξῆς ἐπιλέγεται τό· καὶ ἐν ὀνόματι κυρίου ἐπικαλέσομαι, καὶ τό· τὰς εὐχάς μου τῷ κυρίῳ ἀποδώσω ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ· ταῦτα γὰρ τοῖς αὐτοῖς ῥήμασι καὶ ἀνωτέρω εἴρητο, ὥστε ἐκ τούτου καὶ τὸ σοὶ θύσω θυσίαν αἰνέσεως τὴν αὐτὴν ἔχειν ἔννοιαν τῷ ποτήριον σωτηρίου λήψομαι . Καὶ καθ’ ἑτέραν δὲ διάνοιαν ἐπιβαλών τις εἰς τοὺς τόπους εἴποι ἂν προκοπὴν σημαίνεσθαι τῷ ταῦτα λέγοντι, φημὶ δὴ τῷ ἐξ ἐθνῶν λαῷ· τῷ γὰρ σοὶ θύσω θυσίαν αἰνέσεως τοῦ σώματος καὶ τοῦ αἵματος, φησίν, μεταλήψομαι καὶ ἐν τῇ τούτων μεταλήψει τὸ ὄνομά σου ἐπικαλέσομαι καὶ τὰς εὐχαριστηρίους ᾠδάς σοι, τῷ θεῷ, ἀποδώσω ἔνδον ἐν μέσῳ τῆς ἀληθοῦς Ἱερουσαλὴμ καὶ ἐναντίον παντὸς τοῦ λαοῦ καὶ τὰς ἐπαγγελίας, ἅς ποτε ἐποιησάμην.