Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρκαʹ Ἀγαθῶν εὐαγγέλια
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.1-22
Not analysed yet
Εὐφράνθην ἐπὶ τοῖς εἰρηκόσι μοι· εἰς οἶκον κυρίου πορευσόμεθα. Ὁ τὴν ὁδὸν βαδίζων τὴν ἐπὶ τὸν θεὸν ἄγουσαν παιδευόμενος περὶ τοῦ τέλους αὐτῆς, εὐφροσύνης ἐπ’ αὐτῇ τῇ τῶν μελλόντων ἀκοῇ πληροῦται. διὸ καὶ ὁμολογεῖ καλῶν καὶ ἀγαθῶν διδασκάλων τυχὼν τῶν εἰρηκότων αὐτῷ· εἰς οἶκον κυρίου πορευσόμεθα. καὶ μᾶλλον ἐπείγεται τὴν πορείαν μετ’ εὐφροσύνης ποιούμενος.