Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρκʹ Ἐπανόδου Βαβυλῶνος καὶ τῆς διασπορᾶς
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.4-16
Not analysed yet
Κύριος φυλάξει σε ἀπὸ παντὸς κακοῦ, φυλάξει τὴν ψυχήν σου. κύριος φυλάξει τὴν εἴσοδόν σου καὶ τὴν ἔξοδόν σου ἀπὸ τοῦ νῦν καὶ ἕως τοῦ αἰῶνος. Πάντων τοίνυν τῶν ἀπὸ κακίας ὁρμωμένων ἔχεις φύλακα τὸν θεὸν πρὸς τὸ μὴ κρατηθῆναί σε μηδὲ νικηθῆναι ὑπὸ κακίας. εἰ δὲ καὶ ζημία τις ἢ συμφορὰ περὶ τὸ σῶμα γένοιτο, ἀλλ’ οὔποτε τὴν ψυχήν σου παρήσει ὁ κύριος ὡς οὐδὲ τῷ Ἰώβ, περὶ οὗ ἔλεγεν· μόνην τὴν ψυχὴν αὐτοῦ διαφύλαξον . ἐξαιρέτως δὲ δεῖται ἡ ψυχὴ ἡμῶν φυλακῆς κατὰ τὸν τῆς ἐξόδου τοῦ βίου καιρὸν καὶ κατὰ τὴν εἴσοδον τὴν εἰς τὴν τοῦ θεοῦ πόλιν· τί γὰρ ὄφελος, εἰ ἐν μέσῳ τῆς ὁδοῦ πεσών τις ἀπόλοιτο; διὸ μὴ μακαρίσῃς ἄνθρωπον πρὸ τῆς τελευτῆς αὐτοῦ .