Ancient Greek
Edition urn:cts:pta:pta0003.pta020.pta-grcBibex3, ρκεʹ Προσδοκία μελλόντων
Eusebius Scr. Eccl. et Theol., Commentarii in Psalmos (Tom. I: Ps 1–50) 3.1-25
Not analysed yet
Ἐν τῷ ἐπιστρέψαι κύριον τὴν αἰχμαλωσίαν Σιὼν ἐγενήθημεν ὡς παρακεκλημένοι. τότε ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν καὶ ἡ γλῶσσα ἡμῶν ἀγαλλιάσεως. τότε ἐροῦσιν ἐν τοῖς ἔθνεσιν· ἐμεγάλυνε κύριος τοῦ ποιῆσαι μετ’ αὐτῶν. Μέρος τι τῆς αἰχμαλωσίας ἐπανελθὸν ἀπὸ τῆς Βαβυλῶνος καὶ ἀπολαβὸν τὴν Ἱερουσαλὴμ περὶ τῶν ἀπομεινάντων ἐν Βαβυλῶνι τὴν προκειμένην ᾠδὴν ἐπ’ ἀγαθαῖς προσδοκίαις ἀναπέμπει. φασὶ μέν, ὅτι οὔπω μὲν τελείως τὰ τῆς ἡμετέρας χαρᾶς πεπλήρωται, ἔσται δὲ τοῦτο, ὅταν τὸ πᾶν ἔθνος ἀπὸ τῆς πολεμίας ἐπὶ τὴν οἰκείαν γῆν ἐπανέλθῃ. ταύτην δὲ τὴν διάνοιαν παρίστησιν ἡ τῶν λοιπῶν ἑρμηνεία· ἀντὶ γὰρ τοῦ ἐγενήθημεν ὡς παρακεκλημένοι συμφώνως οἱ πάντες φασὶν ἐγενήθημεν ὡς ἐνυπνιαζόμενοι ὄναρ, ἀλλ’ οὐχ’ ὕπαρ τὴν ἐλευθερίαν ἡμῶν φανταζόμενοι. ἔσται δὲ ὕπαρ καὶ ἐναργὴς ἡμῶν ἡ χαρά, ἐπειδὰν καὶ οἱ λοιποὶ ἡμῶν ἀδελφοὶ ἀπὸ τῆς αἰχμαλωσίας ἐπανέλθωσιν. ἀλλὰ καὶ νῦν μὲν οὔπω τελείως τὰ ἔθνη φάσκει ἐμεγάλυνε κύριος τοῦ ποιῆσαι μετ’ αὐτῶν, ἐροῦσι δὲ καὶ τοῦτο καὶ τότε· καὶ γὰρ εἰ ἓν σῶμα τὸ τῶν σωζομένων τάγμα τυγχάνει, εἰκότως τῶν λοιπῶν μελῶν ἔτι διεσπαρμένων τὰ ἀνασωθέντα οὔπω τελείαν ἀπείληφε τὴν σωτηρίαν.